4.76 ὡς δὲ ἀπίκετο ἐς τὴν Σκυθικήν καταδὺς ἐς τὴν καλεομένην Ὑλαίην ʹἡ δ’ ἔστι μὲν παρὰ τὸν Ἀχιλλήιον δρόμον , τυγχάνει δὲ πᾶσα ἐοῦσα δενδρέων παντοίων πλέἠ , ἐς ταύτην δὴ καταδὺς Ἀνάχαρσις τὴν ὁρτὴν ἐπετέλεε πᾶσαν τῇ θεῷ , τύμπανον τε ἔχων καὶ ἐκδησάμενος ἀγάλματα . καὶ τῶν τις Σκυθέων καταφρασθεὶς αὐτὸν ταῦτα ποιεῦντα ἐσήμηνε τῷ βασιλέι Σαυλίω · δὲ καὶ αὐτὸς ἀπικόμενος ὡς εἶδε τὸν Ἀνάχαρσιν ποιεῦντα ταῦτα , τοξεύσας αὐτὸν ἀπέκτεινε . καὶ νῦν ἤν τις εἴρηται περὶ Ἀναχάρσιος , οὐ φασί μιν Σκύθαι γινώσκειν , διὰ τοῦτο ὅτι ἐξεδήμησέ τε ἐς τὴν Ἑλλάδα καὶ ξεινικοῖσι ἔθεσι διεχρήσατο . ὡς δ’ ἐγὼ ἤκουσα Τύμνεω τοῦ Ἀριαπείθεος ἐπιτρόπου , εἶναι αὐτὸν Ἰδανθύρσου τοῦ Σκυθέων βασιλέος πάτρων , παῖδα δὲ εἶναι Γνούρου τοῦ Λύκου τοῦ Σπαργαπείθεος . εἰ ὦν ταύτης ἦν τῆς οἰκίης Ἀνάχαρσις , ἴστω ὑπὸ τοῦ ἀδελφεοῦ ἀποθανών · Ἰδάνθυρσος γὰρ ἦν παῖς Σαυλίου , Σαύλιος δὲ ἦν ἀποκτείνας Ἀνάχαρσιν .
4.77 καίτοι τινὰ ἤδη ἤκουσα λόγον ἄλλον ὑπὸ Πελοποννησίων λεγόμενον , ὡς ὑπὸ τοῦ Σκυθέων βασιλέος Ἀνάχαρσις ἀποπεμφθεὶς τῆς Ἑλλάδος μαθητὴς γένοιτο , ὀπίσω τε ἀπονοστήσας φαίη πρὸς τὸν ἀποπέμψαντα Ἕλληνας πάντας ἀσχόλους εἶναι ἐς πᾶσαν σοφίην πλὴν Λακεδαιμονίων , τούτοισι δὲ εἶναι μούνοισι σωφρόνως δοῦναι τε καὶ δέξασθαι λόγον . ἀλλ’ οὗτος μὲν λόγος ἄλλως πέπλασται ὑπ’ αὐτῶν Ἑλλήνων , δ’ ὧν ἀνὴρ ὥσπερ πρότερον εἰρέθη διεφθάρη .