4.75 ταύτης ὦν οἱ Σκύθαι τῆς καννάβιος τὸ σπέρμα ἐπεὰν λάβωσι , ὑποδύνουσι ὑπὸ τοὺς πίλους , καὶ ἔπειτα ἐπιβάλλουσι τὸ σπέρμα ἐπὶ τοὺς διαφανέας λίθους τῷ πυρί · τὸ δὲ θυμιᾶται ἐπιβαλλόμενον καὶ ἀτμίδα παρέχεται τοσαύτην ὥστε Ἑλληνικὴ οὐδεμία ἄν μιν πυρίη ἀποκρατήσειε . οἱ δὲ Σκύθαι ἀγάμενοι τῇ πυρίῃ ὠρύονται . τοῦτό σφι ἀντὶ λουτροῦ ἐστι . οὐ γὰρ δὴ λούονται ὕδατι τὸ παράπαν τὸ σῶμα . αἱ δὲ γυναῖκες αὐτῶν ὕδωρ παραχέουσαι κατασώχουσι περὶ λίθον τρηχὺν τῆς κυπαρίσσου καὶ κέδρου καὶ λιβάνου ξύλου , καὶ ἔπειτα τὸ κατασωχόμενον τοῦτο παχὺ ἐὸν καταπλάσσονται πᾶν τὸ σῶμα καὶ τὸ πρόσωπον · καὶ ἅμα μὲν εὐωδίη σφέας ἀπὸ τούτου ἴσχει , ἅμα δὲ ἀπαιρέουσαι τῇ δευτέρη ἡμέρῃ τὴν καταπλαστὺν γίνονται καθαραὶ καὶ λαμπραί .
4.76 ξεινικοῖσι δὲ νομαίοισι καὶ οὗτοι φεύγουσι αἰνῶς χρᾶσθαι , μήτε τεῶν ἄλλων , Ἑλληνικοῖσι δὲ καὶ ἥκιστα , ὡς διέδεξαν Ἀνάχαρσις τε καὶ δεύτερα αὖτις Σκύλης . τοῦτο μὲν γὰρ Ἀνάχαρσις ἐπείτε γῆν πολλὴν θεωρήσας καὶ ἀποδεξάμενος κατ’ αὐτὴν σοφίην πολλὴν ἐκομίζετο ἐς ἤθεα τὰ Σκυθέων , πλέων δι’ Ἑλλησπόντου προσίσχει ἐς Κύζικον . καὶ εὗρε γὰρ τῇ μητρὶ τῶν θεῶν ἀνάγοντας τοὺς Κυζικηνοὺς ὁρτὴν μεγαλοπρεπέως κάρτα , εὔξατο τῇ μητρὶ Ἀνάχαρσις , ἢν σῶς καὶ ὑγιὴς ἀπονοστήσῃ ἐς ἑωυτοῦ , θύσειν τε κατὰ ταὐτὰ κατὰ ὥρα τοὺς Κυζικηνοὺς ποιεῦντας καὶ παννυχίδα στήσειν .