4.72 τῶν δὲ δὴ νεηνίσκων τῶν ἀποπεπνιγμένων τῶν πεντήκοντα ἕνα ἕκαστον ἀναβιβάζουσι ἐπὶ τὸν ἵππον , ὧδε ἀναβιβάζοντες , ἐπεὰν νεκροῦ ἑκάστου παρὰ τὴν ἄκανθαν ξύλον ὀρθὸν διελάσωσι μέχρι τοῦ τραχήλου · κάτωθεν δὲ ὑπερέχει τοῦ ξύλου τούτου τὸ ἐς τόρμον πηγνύουσι τοῦ ἑτέρου ξύλου τοῦ διὰ τοῦ ἵππου . ἐπιστήσαντες δὲ κύκλῳ τὸ σῆμα ἱππέας τοιούτους ἀπελαύνουσι .
4.73 οὕτω μὲν τοὺς βασιλέας θάπτουσι · τοὺς δὲ ἄλλους Σκύθας , ἐπεὰν ἀποθάνωσι , περιάγουσι οἱ ἀγχοτάτω προσήκοντες κατὰ τοὺς φίλους ἐν ἀμάξῃσι κειμένους . τῶν δὲ ἕκαστος ὑποδεκόμενος εὐωχέει τοὺς ἑπομένους , καὶ τῷ νεκρῷ ἁπάντων παραπλησίως παρατίθησι ὅσα τοῖσι ἄλλοισι . ἡμέρας δὲ τεσσεράκοντα οὕτω οἱ ἰδιῶται περιάγονται , ἔπειτα θάπτονται . θάψαντες δὲ οἱ Σκύψαι καθαίρονται τρόπῳ τοιῷδε . σμησάμενοι τὰς κεφαλὰς καὶ ἐκπλυνάμενοι ποιεῦσι περὶ τὸ σῶμα τάδε ἐπεὰν ξύλα στήσωσι τρία ἐς ἄλληλα κεκλιμένα , περὶ ταῦτα πίλους εἰρινέους περιτείνουσι , συμφράξαντες δὲ ὡς μάλιστα λίθους ἐκ πυρὸς διαφανέας ἐσβάλλουσι ἐς σκάφην κειμένην ἐν μέσῳ τῶν ξύλων τε καὶ τῶν πίλων .
4.74 ἔστι δέ σφι κάνναβις φυομένη ἐν τῇ χώρῃ πλὴν παχύτητος καὶ μεγάθεος τῷ λίνῳ ἐμφερεστάτη · ταύτῃ δὲ πολλῷ ὑπερφέρει κάνναβις . αὕτη καὶ αὐτομάτη καὶ σπειρομένη φύεται , καὶ ἐξ αὐτῆς Θρήικες μὲν καὶ εἵματα ποιεῦνται τοῖσι λινέοισι ὁμοιότατα · οὐδ’ ἄν , ὅστις μὴ κάρτα τρίβων εἴη αὐτῆς , διαγνοίη λίνου καννάβιος ἐστί · ὃς δὲ μὴ εἶδε κω τὴν κανναβίδα , λίνεον δοκήσει εἶναι τὸ εἷμα .