4.68 τὰς δὲ βασιληίας ἱστίας νόμος Σκύθῃσι τὰ μάλιστα ἐστὶ ὀμνύναι τότε ἐπεὰν τὸν μέγιστον ὅρκον ἐθέλωσι ὀμνύναι . αὐτίκα δὲ διαλελαμμένος ἄγεται οὗτος τὸν ἂν δὴ φῶσι ἐπιορκῆσαι , ἀπιγμένον δὲ ἐλέγχουσι οἱ μάντιες ὡς ἐπιορκήσας φαίνεται ἐν τῇ μαντικῇ τὰς βασιληίας ἱστίας καὶ διὰ ταῦτα ἀλγέει βασιλεύς · δὲ ἀρνέεται , οὐ φάμενος ἐπιορκῆσαι , καὶ δεινολογέεται . ἀρνεομένου δὲ τούτου βασιλεὺς μεταπέμπεται ἄλλους διπλησίους μάντιας · καὶ ἢν μὲν καὶ οὗτοι ἐσορῶντες ἐς τὴν μαντικὴν καταδήσωσι ἐπιορκῆσαι , τοῦ δὲ ἰθέως τὴν κεφαλὴν ἀποτάμνουσι , καὶ τὰ χρήματα αὐτοῦ διαλαγχάνουσι οἱ πρῶτοι τῶν μαντίων · ἢν δὲ οἱ ἐπελθόντες μάντιες ἀπολύσωσι , ἄλλοι πάρεισι μάντιες καὶ μάλα ἄλλοι . ἢν ὦν οἱ πλεῦνες τὸν ἄνθρωπον ἀπολύσωσι , δέδοκται τοῖσι πρώτοισι τῶν μαντίων αὐτοῖσι ἀπόλλυσθαι .
4.69 ἀπολλῦσι δῆτα αὐτοὺς τρόπῳ τοιῷδε · ἐπεὰν ἅμαξαν φρυγάνων πλήσωσι καὶ ὑποζεύξωσι βοῦς , ἐμποδίσαντες τοὺς μάντιας καὶ χεῖρας ὀπίσω δήσαντες καὶ στομώσαντες κατεργνῦσι ἐς μέσα τὰ φρύγανα , ὑποπρήσαντες δὲ αὐτὰ ἀπιεῖσι φοβήσαντες τοὺς βοῦς . πολλοὶ μὲν δὴ συγκατακαίονται τοῖσι μάντισι βόες , πολλοὶ δὲ περικεκαυμένοι ἀποφεύγουσι , ἐπεὰν αὐτῶν ῥυμὸς κατακαυθῇ . κατακαίουσι δὲ τρόπῳ τῷ εἰρημένω καὶ δι’ ἄλλας αἰτίας τοὺς μάντιας , ψευδομάντιας καλέοντες . τοὺς δ’ ἂν ἀποκτείνῃ βασιλεύς , τούτων οὐδὲ τοὺς παῖδας λείπει , ἀλλὰ πάντα τὰ ἔρσενα κτείνει , τὰ δὲ θήλεα οὐκ ἀδικέει .