4.70 ὅρκια δὲ ποιεῦνται Σκύθαι ὧδε πρὸς τοὺς ἂν ποιέωνται · ἐς κύλικα μεγάλην κεραμίνην οἶνον ἐγχέαντες αἷμα συμμίσγουσι τῶν τὸ ὅρκιον ταμνομένων , τύψαντες ὑπέατι ἐπιταμόντες μαχαίρῃ σμικρὸν τοῦ σώματος , καὶ ἔπειτα ἀποβάψαντες ἐς τὴν κύλικα ἀκινάκην καὶ ὀιστοὺς καὶ σάγαριν καὶ ἀκόντιον · ἐπεὰν δὲ ταῦτα ποιήσωσι , κατεύχονται πολλὰ καὶ ἔπειτα ἀποπίνουσι αὐτοί τε οἱ τὸ ὅρκιον ποιεύμενοι καὶ τῶν ἑπομένων οἱ πλείστου ἄξιοι .
4.71 ταφαὶ δὲ τῶν βασιλέων ἐν Γέρροισι εἰσὶ ἐς Βορυσθένης ἐστὶ προσπλωτός · ἐνθαῦτα , ἐπεάν σφι ἀποθάνῃ βασιλεύς , ὄρυγμα γῆς μέγα ὀρύσσουσι τετράγωνον , ἕτοιμον δὲ τοῦτο ποιήσαντες ἀναλαμβάνουσι τὸν νεκρόν , κατακεκηρωμένον μὲν τὸ σῶμα , τὴν δὲ νηδὺν ἀνασχισθεῖσαν καὶ καθαρθεῖσαν , πλέην κυπέρου κεκομμένου καὶ θυμιήματος καὶ σελίνου σπέρματος καὶ ἀννήσου , συνερραμμένην ὀπίσω , καὶ κομίζουσι ἐν ἁμάξῃ ἐς ἄλλο ἔθνος . οἳ δὲ ἂν παραδέξωνται κομισθέντα τὸν νεκρόν , ποιεῦσι τά περ οἱ βασιλήιοι Σκύθαι · τοῦ ὠτὸς ἀποτάμνονται , τρίχας περικείρονται , βραχίονας περιτάμνονται , μέτωπον καὶ ῥῖνα καταμύσσονται , διὰ τῆς ἀριστερῆς χειρὸς ὀιστοὺς διαβυνέονται . ἐνθεῦτεν δὲ κομίζουσι ἐν τῇ ἀμάξῃ τοῦ βασιλέος τὸν νέκυν ἐς ἄλλο ἔθνος τῶν ἄρχουσι · οἳ δέ σφι ἕπονται ἐς τοὺς πρότερον ἦλθον . ἐπεὰν δὲ πάντας περιέλθωσι τὸν νέκυν κομίζοντες , ἔν τε Γέρροισι ἔσχατα κατοικημένοισι εἰσὶ τῶν ἐθνέων τῶν ἄρχουσι καὶ ἐν τῇσι ταφῇσι .