4.66 ἅπαξ δὲ τοῦ ἐνιαυτοῦ ἑκάστου νομάρχης ἕκαστος ἐν τῷ ἑωυτοῦ νομῷ κιρνᾷ κρητῆρα οἴνου , ἀπ’ οὗ πίνουσι τῶν Σκυθέων τοῖσι ἂν ἄνδρες πολέμιοι ἀραιρημένοι ἔωσι . τοῖσι δ’ ἂν μὴ κατεργασμένον τοῦτο , οὐ γεύονται τοῦ οἴνου τούτου , ἀλλ’ ἠτιμωμένοι ἀποκατέαται · ὄνειδος δέ σφι ἐστὶ μέγιστον τοῦτο . ὅσοι δὲ ἂν αὐτῶν καὶ κάρτα πολλοὺς ἄνδρας ἀραιρηκότες ἔωσι , οὗτοι δὲ σύνδυο κύλικας ἔχοντες πίνουσι ὁμοῦ .
4.67 μάντιες δὲ Σκυθέων εἰσὶ πολλοί , οἳ μαντεύονται ῥάβδοισι ἰτεΐνῃσι πολλῇσι ὧδε · ἐπεὰν φακέλους ῥάβδων μεγάλους ἐνείκωνται , θέντες χαμαὶ διεξειλίσσουσι αὐτούς , καὶ ἐπὶ μίαν ἑκάστην ῥάβδον τιθέντες θεσπίζουσι , ἅμα τε λέγοντες ταῦτα συνειλέουσι τὰς ῥάβδους ὀπίσω καὶ αὖτις κατὰ μίαν συντιθεῖσι . αὕτη μὲν σφι μαντικὴ πατρωίη ἐστί . οἱ δὲ Ἐνάρεες οἱ ἀνδρόγυνοι τὴν Ἀφροδίτην σφίσι λέγουσι μαντικὴν δοῦναι · φιλύρης δ’ ὧν φλοιῷ μαντεύονται · ἐπεὰν τὴν φιλύρην τρίχα σχίσῃ , διαπλέκων ἐν τοῖσι δακτύλοισι τοῖσι ἑωυτοῦ καὶ διαλύων χρᾷ .
4.68 ἐπεὰν δὲ βασιλεὺς Σκυθέων κάμῃ , μεταπέμπεται τῶν μαντίων ἄνδρας τρεῖς τοὺς εὐδοκιμέοντας μάλιστα , οἳ τρόπῳ τῷ εἰρημένῳ μαντεύονται · καὶ λέγουσι οὗτοι ὡς τὸ ἐπίπαν μάλιστα τάδε , ὡς τὰς βασιληίας ἱστίας ἐπιώρκηκε ὃς καὶ ὅς , λέγοντες τῶν ἀστῶν τὸν ἂν δὴ λέγωσι .