4.64 ἀποδείρει δὲ αὐτὴν τρόπῳ τοιῷδε · περιταμὼν κύκλῳ περὶ τὰ ὦτα καὶ λαβόμενος τῆς κεφαλῆς ἐκσείει , μετὰ δὲ σαρκίσας βοὸς πλευρῇ δέψει τῇσι χερσί , ὀργάσας δὲ αὐτὸ ἅτε χειρόμακτρον ἔκτηται , ἐκ δὲ τῶν χαλινῶν τοῦ ἵππου τὸν αὐτὸς ἐλαύνει , ἐκ τούτου ἐξάπτει καὶ ἀγάλλεται · ὃς γὰρ ἂν πλεῖστα δέρματα χειρόμακτρα ἔχῃ , ἀνὴρ ἄριστος οὗτος κέκριται . πολλοὶ δὲ αὐτῶν ἐκ τῶν ἀποδερμάτων καὶ χλαίνας ἐπείνυσθαι ποιεῦσι , συρράπτοντες κατά περ βαίτας . πολλοὶ δὲ ἀνδρῶν ἐχθρῶν τὰς δεξιὰς χεῖρας νεκρῶν ἐόντων ἀποδείραντες αὐτοῖσι ὄνυξι καλύπτρας τῶν φαρετρέων ποιεῦνται . δέρμα δὲ ἀνθρώπου καὶ παχὺ καὶ λαμπρὸν ἦν ἄρα , σχεδὸν δερμάτων πάντων λαμπρότατον λευκότητι . πολλοὶ δὲ καὶ ὅλους ἄνδρας ἐκδείραντες καὶ διατείναντες ἐπὶ ξύλων ἐπ’ ἵππων περιφέρουσι .
4.65 ταῦτα μὲν δὴ οὕτω σφι νενόμισται , αὐτὰς δὲ τὰς κεφαλάς , οὔτι πάντων ἀλλὰ τῶν ἐχθίστων , ποιεῦσι τάδε · ἀποπρίσας ἕκαστος πᾶν τὸ ἔνερθε τῶν ὀφρύων ἐκκαθαίρει · καὶ ἢν μὲν πένης , δὲ ἔξωθεν ὠμοβοέην μούνην περιτείνας οὕτω χρᾶται , ἢν δὲ πλούσιος , τὴν μὲν ὠμοβοέην περιτείνει , ἔσωθεν δὲ καταχρυσώσας οὕτω χρᾶται ποτηρίῳ . ποιεῦσι δὲ τοῦτο καὶ ἐκ τῶν οἰκηίων ἤν σφι διάφοροι γένωνται καὶ ἢν ἐπικρατήσῃ αὐτοῦ παρὰ τῷ βασιλέι , ξείνων δέ οἱ ἐλθόντων τῶν ἂν λόγον ποιέηται , τὰς κεφαλὰς ταύτας παραφέρει καὶ ἐπιλέγει ὡς οἱ ἐόντες οἰκήιοι πόλεμον προσεθήκαντο καί σφεων αὐτὸς ἐπεκράτησε , ταύτην ἀνδραγαθίην λέγοντες .