4.62 ἔτεος δὲ ἑκάστου ἁμάξας πεντήκοντα καὶ ἑκατὸν ἐπινέουσι φρυγάνων · ὑπονοστέει γὰρ δὴ αἰεὶ ὑπὸ τῶν χειμώνων . ἐπὶ τούτου δὴ τοῦ σηκοῦ ἀκινάκης σιδήρεος ἵδρυται ἀρχαῖος ἑκάστοισι , καὶ τοῦτ’ ἐστὶ τοῦ Ἄρεος τὸ ἄγαλμα . τούτῳ δὲ τῷ ἀκινάκῃ θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων , καὶ δὴ καὶ τοῖσιδ’ ἔτι πλέω θύουσι τοῖσι ἄλλοισι θεοῖσι · ὅσους ἂν τῶν πολεμίων ζωγρήσωσι , ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἄνδρα θύουσι τρόπῳ οὐ τῷ αὐτῷ καὶ τὰ πρόβατα , ἀλλ’ ἑτεροίῳ . ἐπεὰν γὰρ οἶνον ἐπισπείσωσι κατὰ τῶν κεφαλέων , ἀποσφάζουσι τοὺς ἀνθρώπους ἐς ἄγγος καὶ ἔπειτα ἀνενείκαντες ἄνω ἐπὶ τὸν ὄγκον τῶν φρυγάνων καταχέουσι τὸ αἷμα τοῦ ἀκινάκεω . ἄνω μὲν δὴ φορέουσι τοῦτο , κάτω δὲ παρὰ τὸ ἱρὸν ποιεῦσι τάδε · τῶν ἀποσφαγέντων ἀνδρῶν τοὺς δεξιοὺς ὤμους πάντας ἀποταμόντες σὺν τῇσι χερσὶ ἐς τὸν ἠέρα ἱεῖσι , καὶ ἔπειτα καὶ τὰ ἄλλα ἀπέρξαντες ἱρήια ἀπαλλάσσονται . χεὶρ δὲ τῇ ἂν πέσῃ κέεται , καὶ χωρὶς νεκρός .
4.63 θυσίαι μέν νυν αὗταί σφι κατεστᾶσι . ὑσὶ δὲ οὗτοι οὐδὲν νομίζουσι , οὐδὲ τρέφειν ἐν τῇ χώρῃ τὸ παράπαν θέλουσι .
4.64 τὰ δ’ ἐς πόλεμον ἔχοντα ὧδέ σφι διακέαται · ἐπεὰν τὸν πρῶτον ἄνδρα καταβάλῃ ἀνὴρ Σκύθης , τοῦ αἵματος ἐμπίνει , ὅσους δ’ ἂν φονεύσῃ ἐν τῇ μάχῃ , τούτων τὰς κεφαλὰς ἀποφέρει τῷ βασιλέι . ἀπενείκας μὲν γὰρ κεφαλὴν τῆς ληίης μεταλαμβάνει τὴν ἂν λάβωσι , μὴ ἐνείκας δὲ οὔ .