4.61 τῆς δὲ γῆς τῆς Σκυθικῆς αἰνῶς ἀξύλου ἐούσης ὧδε σφι ἐς τὴν ἕψησιν τῶν κρεῶν ἐξεύρηται · ἐπειδὰν ἀποδείρωσι τὰ ἱρήια , γυμνοῦσι τὰ ὀστέα τῶν κρεῶν , ἔπειτα ἐσβάλλουσι , ἢν μὲν τύχωσι ἔχοντες , ἐς λέβητας ἐπιχωρίους , μάλιστα Λεσβίοισι κρητῆρσι προσεικέλους , χωρὶς ὅτι πολλῷ μέζονας · ἐς τούτους ἐσβάλλοντες ἕψουσι ὑποκαίοντες τὰ ὀστέα τῶν ἱρηίων . ἢν δὲ μή σφι παρῇ , λέβης , οἳ δὲ ἐς τὰς γαστέρας τῶν ἱρηίων ἐσβάλλοντες τὰ κρέα πάντα καὶ παραμίξαντες ὕδωρ ὑποκαίουσι τὰ ὀστέα · τὰ δὲ αἴθεται κάλλιστα , αἱ δὲ γαστέρες χωρέουσι εὐπετέως τὰ κρέα ἐψιλωμένα τῶν ὀστέων · καὶ οὕτω βοῦς τε ἑωυτὸν ἐξέψει καὶ τἆλλα ἱρήια ἑωυτὸ ἕκαστον . ἐπεὰν δὲ ἑψηθῇ τὰ κρέα , θύσας τῶν κρεῶν καὶ τῶν σπλάγχνων ἀπαρξάμενος ῥίπτει ἐς τὸ ἔμπροσθε . θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα καὶ ἵππους μάλιστα .
4.62 τοῖσι μὲν δὴ ἄλλοισι τῶν θεῶν οὕτω θύουσι καὶ ταῦτα τῶν κτηνέων , τῷ δὲ Ἄρεϊ ὧδε . κατὰ νομοὺς ἑκάστους τῶν ἀρχέων ἐσίδρυται σφι Ἄρεος ἱρὸν τοιόνδε φρυγάνων φάκελοι συννενέαται ὅσον τ’ ἐπὶ σταδίους τρεῖς μῆκος καὶ εὖρος , ὕψος δὲ ἔλασσον · ἄνω δὲ τούτου τετράγωνον ἄπεδον πεποίηται , καὶ τὰ μὲν τρία τῶν κώλων ἐστὶ ἀπότομα , κατὰ δὲ τὸ ἓν ἐπιβατόν .