4.59 τὰ μὲν δὴ μέγιστα οὕτω σφι εὔπορα ἐστί , τὰ δὲ λοιπὰ νόμαια κατὰ τάδε σφι διακέεται . θεοὺς μὲν μούνους τούσδε ἱλάσκονται , Ἱστίην μὲν μάλιστα , ἐπὶ δὲ Δία καὶ Γῆν , νομίζοντες τὴν Γῆν τοῦ Διὸς εἶναι γυναῖκα , μετὰ δὲ τούτους , Ἀπόλλωνά τε καὶ οὐρανίην Ἀφροδίτην καὶ Ἡρακλέα καὶ Ἄρεα . τούτους μὲν πάντες Σκύθαι νενομίκασι , οἱ δὲ καλεόμενοι βασιλήιοι Σκύθαι καὶ τῷ Ποσειδέωνι θύουσι . ὀνομάζεται δὲ σκυθιστὶ Ἱστίη μὲν Ταβιτί , Ζεὺς δὲ ὀρθότατα κατὰ γνώμην γε τὴν ἐμὴν καλεόμενος Παπαῖος , Γῆ δὲ Ἀπί . Ἀπόλλων δὲ Γοιτόσυρος , οὐρανίη δὲ Ἀφροδίτη Ἀργίμπασα , Ποσειδέων δὲ Θαγιμασάδας . ἀγάλματα δὲ καὶ βωμοὺς καὶ νηοὺς οὐ νομίζουσι ποιέειν πλὴν Ἄρεϊ . τούτῳ δὲ νομίζουσι .
4.60 θυσίη δὲ αὐτὴ πᾶσι κατέστηκε περὶ πάντα τὰ ἱρὰ ὁμοίως , ἐρδομένη ὧδε · τὸ μὲν ἱρήιον αὐτὸ ἐμπεποδισμένον τοὺς ἐμπροσθίους πόδας ἔστηκε , δὲ θύων ὄπισθε τοῦ κτήνεος ἑστεὼς σπάσας τὴν ἀρχὴν τοῦ στρόφου καταβάλλει μιν , πίπτοντος δὲ τοῦ ἱρηίου ἐπικαλέει τὸν θεὸν τῷ ἂν θύῃ , καὶ ἔπειτα βρόχῳ περὶ ὦν ἔβαλε τὸν αὐχένα , σκυταλίδα δὲ ἐμβαλὼν περιάγει καὶ ἀποπνίγει , οὔτε πῦρ ἀνακαύσας οὔτε καταρξάμενος οὔτ’ ἐπισπείσας · ἀποπνίξας δὲ καὶ ἀποδείρας τρέπεται πρὸς ἕψησιν .