4.54 ταῦτα μὲν τὰ ἀπὸ τούτων τῶν ποταμῶν , μετὰ δὲ τούτους πέμπτος ποταμὸς ἄλλος , τῷ οὔνομα Παντικάπης , ῥέει μὲν καὶ οὗτος ἀπὸ βορέω τε καὶ ἐκ λίμνης , καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ Βορυσθένεος νέμονται οἱ γεωργοὶ Σκύθαι , ἐκδιδοῖ δὲ ἐς τὴν Ὑβλαίην , παραμειψάμενος δὲ ταύτην τῷ Βορυσθένεϊ συμμίσγεται .
4.55 ἕκτος δὲ Ὑπάκυρις ποταμός , ὃς ὁρμᾶται μὲν ἐκ λίμνης , διὰ μέσων δὲ τῶν νομάδων Σκυθέων ῥέων ἐκδιδοῖ κατὰ Καρκινῖτιν πόλιν , ἐς δεξιὴν ἀπέργων τήν τε Ὑλαίην καὶ τὸν Ἀχιλλήιον δρόμον καλεόμενον .
4.56 ἕβδομος δὲ Γέρρος ποταμὸς ἀπέσχισται μὲν ἀπὸ τοῦ Βορυσθένεος κατὰ τοῦτο τῆς χώρης ἐς γινώσκεται Βορυσθένης · ἀπέσχισται μέν νυν ἐκ τούτου τοῦ χώρου , οὔνομα δὲ ἔχει τό περ χῶρος αὐτός , Γέρρος , ῥέων δὲ ἐς θάλασσαν οὐρίζει τήν τε τῶν νομάδων χώρην καὶ τὴν τῶν βασιληίων Σκυθέων , ἐκδιδοῖ δὲ ἐς τὸν Ὑπάκυριν .
4.57 ὄγδοος δὲ δὴ Τάναϊς ποταμός , ὃς ῥέει τἀνέκαθεν ἐκ λίμνης μεγάλης ὁρμώμενος , ἐκδιδοῖ δὲ ἐς μέζω ἔτι λίμνην καλεόμενον Μαιῆτιν , οὐρίζει Σκύθας τε τοὺς βασιληίους καὶ Σαυρομάτας . ἐς δὲ Τάναϊν τοῦτον ἄλλος ποταμὸς ἐσβάλλει τῷ οὔνομα ἐστὶ Ὕργις .
4.58 τοῖσι μὲν δὴ ὀνομαστοῖσι ποταμοῖσι οὕτω δή τι οἱ Σκύθαι ἐσκευάδαται , τοῖσι δὲ κτήνεσι ποίη ἀναφυομένη ἐν τῇ Σκυθικῆ ἐστι ἐπιχολωτάτη πασέων ποιέων τῶν ἡμεῖς ἴδμεν · ἀνοιγομένοισι δὲ τοῖσι κτήνεσι ἐστὶ σταθμώσασθαι ὅτι τοῦτο οὕτω ἔχει .