4.53 τέταρτος δὲ Βορυσθένης ποταμός , ὃς ἐστί τε μέγιστος μετὰ Ἴστρον τούτων καὶ πολυαρκέστατος κατὰ γνώμας τὰς ἡμετέρας οὔτι μοῦνον τῶν Σκυθικῶν ποταμῶν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων , πλὴν Νείλου τοῦ Αἰγυπτίου · τούτῳ γὰρ οὐκ οἷά τε ἐστὶ συμβαλεῖν ἄλλον ποταμόν · τῶν δὲ λοιπῶν Βορυσθένης ἐστὶ πολυαρκέστατος , ὃς νομάς τε καλλίστας καὶ εὐκομιδεστάτας κτήνεσι παρέχεται ἰχθύας τε ἀρίστους διακριδὸν καὶ πλείστους , πίνεσθαι τε ἥδιστος ἐστί , ῥέει τε καθαρὸς παρὰ θολεροῖσι , σπόρος τε παρ’ αὐτὸν ἄριστος γίνεται , ποίη τε , τῇ οὐ σπείρεται χώρη , βαθυτάτη · ἅλες τε ἐπὶ τῷ στόματι αὐτοῦ αὐτόματοι πήγνυνται ἄπλετοι · κήτεά τε μεγάλα ἀνάκανθα , τὰ ἀντακαίους καλέουσι , παρέχεται ἐς ταρίχευσιν , ἄλλα τε πολλὰ θωμάσαι ἄξια . μέχρι μέν νυν Γερρέων χώρου , ἐς τὸν τεσσεράκοντα ἡμερέων πλόος ἐστί , γινώσκεται ῥέων ἀπὸ βορέω ἀνέμου · τὸ δὲ κατύπερθε δι’ ὧν ῥέει ἀνθρώπων οὐδεὶς ἔχει φράσαι · φαίνεται δὲ ῥέων δι’ ἐρήμου ἐς τῶν γεωργῶν Σκυθέων τὴν χώρην · οὗτοι γὰρ οἱ Σκύθαι παρ’ αὐτὸν ἐπὶ δέκα ἡμερέων πλόον νέμονται . μούνου δὲ τούτου τοῦ ποταμοῦ καὶ Νείλου οὐκ ἔχω φράσαι τὰς πηγάς , δοκέω δέ , οὐδὲ οὐδεὶς Ἑλλήνων . ἀγχοῦ τε δὴ θαλάσσης Βορυσθένης ῥέων γίνεται καὶ οἱ συμμίσγεται Ὕπανις ἐς τὠυτὸ ἕλος ἐκδιδούς . τὸ δὲ μεταξὺ τῶν ποταμῶν τούτων , ἐὸν ἔμβολον τῆς χώρης , Ἱππόλεω ἄκρη καλέεται , ἐν δὲ αὐτῷ , ἱρὸν Δήμητρος ἐνίδρυται · πέρην δὲ τοῦ ἱροῦ ἐπὶ τῷ Ὑπάνι Βορυσθενεῗται κατοίκηνται .