4.45 δὲ Εὐρώπη πρὸς οὐδαμῶν φανερή ἐστι γινωσκομένη , οὔτε τὰ πρὸς ἥλιον ἀνατέλλοντα οὔτε τὰ πρὸς βορέην , εἰ περίρρυτος ἐστί · μήκεϊ δὲ γινώσκεται παρ’ ἀμφοτέρας παρήκουσα . οὐδ’ ἔχω συμβαλέσθαι ἐπ’ ὅτευ μιῇ ἐούσῃ γῇ οὐνόματα τριφάσια κέεται ἐπωνυμίας ἔχοντα γυναικῶν , καὶ οὐρίσματα αὐτῇ Νεῖλός τε Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις Κόλχος ʹοἳ δὲ Τάναιν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσἰ , οὐδὲ τῶν διουρισάντων τὰ οὐνόματα πυθέσθαι , καὶ ὅθεν ἔθεντο τὰς ἐπωνυμίας . ἤδη γὰρ Λιβύη μὲν ἐπὶ Λιβύης λέγεται ὑπὸ τῶν πολλῶν Ἑλλήνων ἔχειν τὸ οὔνομα γυναικὸς αὐτόχθονος , δὲ Ἀσίη ἐπὶ τῆς Προμηθέος γυναικὸς τὴν ἐπωνυμίην . καὶ τούτου μὲν μεταλαμβάνονται τοῦ οὐνόματος Λυδοί , φάμενοι ἐπὶ Ἀσίεω τοῦ Κότυος τοῦ Μάνεω κεκλῆσθαι τὴν Ἀσίην , ἀλλ’ οὐκ ἐπὶ τῆς Προμηθέος Ἀσίης . ἀπ’ ὅτευ καὶ τὴν ἐν Σάρδισι φυλὴν κεκλῆσθαι Ἀσιάδα . δὲ δὴ Εὐρώπη οὔτε εἰ περίρρυτος ἐστὶ γινώσκεται πρὸς οὐδαμῶν ἀνθρώπων , οὔτε ὁκόθεν τὸ οὔνομα ἔλαβε τοῦτο , οὔτε ὅστις οἱ ἦν θέμενος φαίνεται , εἰ μὴ ἀπὸ τῆς Τυρίης φήσομεν Εὐρώπης λαβεῖν τὸ οὔνομα τὴν χώρην · πρότερον δὲ ἦν ἄρα ἀνώνυμος ὥσπερ αἱ ἕτεραι . ἀλλ’ αὕτη γε ἐκ τῆς Ἀσίης τε φαίνεται ἐοῦσα καὶ οὐκ ἀπικομένη ἐς τὴν γῆν ταύτην ἥτις νῦν ὑπὸ Ἑλλήνων Εὐρώπη καλέεται , ἀλλ’ ὅσον ἐκ Φοινίκης ἐς Κρήτην , ἐκ Κρήτης δὲ ἐς Λυκίην . ταῦτα μέν νυν ἐπὶ τοσοῦτον εἰρήσθω · τοῖσι γὰρ νομιζομένοισι αὐτῶν χρησόμεθα .