4.46 δὲ Πόντος Εὔξεινος , ἐπ’ ὃν ἐστρατεύετο Δαρεῖος , χωρέων πασέων παρέχεται ἔξω τοῦ Σκυθικοῦ ἔθνεα ἀμαθέστατα . οὔτε γὰρ ἔθνος τῶν ἐντὸς τοῦ Πόντου οὐδὲν ἔχομεν προβαλέσθαι σοφίης πέρι οὔτε ἄνδρα λόγιον οἴδαμεν γενόμενον , πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος καὶ Ἀναχάρσιος . τῷ δὲ Σκυθικῶ γένει ἓν μὲν τὸ μέγιστον τῶν ἀνθρωπηίων πρηγμάτων σοφώτατα πάντων ἐξεύρηται τῶν ἡμεῖς ἴδμεν , τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι · τὸ δὲ μέγιστον οὕτω σφι ἀνεύρηται ὥστε ἀποφυγεῖν τε μηδένα ἐπελθόντα ἐπὶ σφέας , μὴ βουλομένους τε ἐξευρεθῆναι καταλαβεῖν μὴ οἷον τε εἶναι . τοῖσι γὰρ μήτε ἄστεα μήτε τείχεα ἐκτισμένα , ἀλλὰ φερέοικοι ἐόντες πάντες ἔωσι ἱπποτοξόται , ζῶντες μὴ ἀπ’ ἀρότου ἀλλ’ ἀπὸ κτηνέων , οἰκήματα τε σφι ἐπὶ ζευγέων , κῶς οὐκ ἂν εἴησαν οὗτοι ἄμαχοί τε καὶ ἄποροι προσμίσγειν ;
4.47 ἐξεύρηται δέ σφι ταῦτα τῆς τε γῆς ἐούσης ἐπιτηδέης καὶ τῶν ποταμῶν ἐόντων σφι συμμάχων . τε γὰρ γῆ ἐοῦσα πεδιὰς αὕτη ποιώδης τε καὶ εὔυδρος ἐστί , ποταμοί τε δι’ αὐτῆς ῥέουσι οὐ πολλῷ τεῳ ἀριθμὸν ἐλάσσονες τῶν ἐν Αἰγύπτῳ διωρύχων . ὅσοι δὲ ὀνομαστοί τε εἰσὶ αὐτῶν καὶ προσπλωτοὶ ἀπὸ θαλάσσης , τούτους ὀνομανέω { ... } Ἴστρος μὲν πεντάστομος , μετὰ δὲ Τύρης τε καὶ Ὕπανις καὶ Βορυσθένης καὶ Παντικάπης καὶ Ὑπάκυρις καὶ Γέρρος καὶ Τάναϊς . ῥέουσι δὲ οἵδε κατὰ τάδε .