4.43 ἐκ δὲ ταύτης ἀπικόμενος παρὰ βασιλέα Ξέρξεα ἔλεγε φὰς τὰ προσωτάτω ἀνθρώπους μικροὺς παραπλέειν ἐσθῆτι φοινικηίῃ διαχρεωμένους , οἳ ὅκως σφεῖς καταγοίατο τῇ νηὶ φεύγεσκον πρὸς τὰ ὄρεα λείποντες τὰς πόλιας · αὐτοὶ δὲ ἀδικέειν οὐδὲν ἐσιόντες , βρωτὰ δὲ μοῦνα ἐξ αὐτέων λαμβάνειν . τοῦ δὲ μὴ περιπλῶσαι Λιβύην παντελέως αἴτιον τόδε ἔλεγε , τὸ πλοῖον τὸ πρόσω οὐ δυνατὸν ἔτι εἶναι προβαίνειν ἀλλ’ ἐνίσχεσθαι . Ξέρξης δὲ οὔ οἱ συγγινώσκων λέγειν ἀληθέα οὐκ ἐπιτελέσαντά τε τὸν προκείμενον ἄεθλον ἀνεσκολόπισε , τὴν ἀρχαίην δίκην ἐπιτιμῶν . τούτου δὲ τοῦ Σατάσπεος εὐνοῦχος ἀπέδρη ἐς Σάμον , ἐπείτε ἐπύθετο τάχιστα τὸν δεσπότεα τετελευτηκότα , ἔχων χρήματα μεγάλα , τὰ Σάμιος ἀνὴρ κατέσχε , τοῦ ἐπιστάμενος τὸ οὔνομα ἑκὼν ἐπιλήθομαι .
4.44 τῆς δὲ Ἀσίης τὰ πολλὰ ὑπὸ Δαρείου ἐξευρέθη , ὃς βουλόμενος Ἰνδὸν ποταμόν , ὃς κροκοδείλους δεύτερος οὗτος ποταμῶν πάντων παρέχεται , τοῦτον τὸν ποταμὸν εἰδέναι τῇ ἐς θάλασσαν ἐκδιδοῖ , πέμπει πλοίοισι ἄλλους τε τοῖσι ἐπίστευε τὴν ἀληθείην ἐρέειν καὶ δὴ καὶ Σκύλακα ἄνδρα Καρυανδέα . οἳ δὲ ὁρμηθέντες ἐκ Κασπατύρου τε πόλιος καὶ τῆς Πακτυικῆς γῆς ἔπλεον κατὰ ποταμὸν πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐς θάλασσαν , διὰ θαλάσσης δὲ πρὸς ἑσπέρην πλέοντες τριηκοστῷ μηνὶ ἀπικνέονται ἐς τοῦτον τὸν χῶρον ὅθεν Αἰγυπτίων βασιλεὺς τοὺς Φοίνικας τοὺς πρότερον εἶπα ἀπέστειλε περιπλώειν Λιβύην . μετὰ δὲ τούτους περιπλώσαντας Ἰνδούς τε κατεστρέψατο Δαρεῖος καὶ τῇ θαλάσσῃ ταύτῃ ἐχρᾶτο . οὕτω καὶ τῆς Ἀσίης , πλὴν τὰ πρὸς ἥλιον ἀνίσχοντα , τὰ ἄλλα ἀνεύρηται ὃμοια παρεχομένη τῇ Λιβύῃ .