4.42 θερίσαντες δ’ ἂν τὸν σῖτον ἔπλεον , ὥστε δύο ἐτέων διεξελθόντων τρίτῳ ἔτεϊ κάμψαντες Ἡρακλέας στήλας ἀπίκοντο ἐς Αἴγυπτον . καὶ ἔλεγον ἐμοὶ μὲν οὐ πιστά , ἄλλῳ δὲ δή τεῳ , ὡς περιπλώοντες τὴν Λιβύην τὸν ἥλιον ἔσχον ἐς τὰ δεξιά .
4.43 οὕτω μὲν αὕτη ἐγνώσθη τὸ πρῶτον , μετὰ δὲ Καρχηδόνιοι εἰσὶ οἱ λέγοντες · ἐπεὶ Σατάσπης γε Τεάσπιος ἀνὴρ Ἀχαιμενίδης οὐ περιέπλωσε Λιβύην , ἐπ’ αὐτὸ τοῦτο πεμφθείς , ἀλλὰ δείσας τό τε μῆκος τοῦ πλόου καὶ τὴν ἐρημίην ἀπῆλθε ὀπίσω , οὐδ’ ἐπετέλεσε τὸν ἐπέταξε οἱ μήτηρ ἄεθλον . θυγατέρα γὰρ Ζωπύρου τοῦ Μεγαβύζου ἐβιήσατο παρθένον · ἔπειτα μέλλοντος αὐτοῦ διὰ ταύτην τὴν αἰτίην ἀνασκολοπιεῖσθαι ὑπὸ Ξέρξεω βασιλέος , μήτηρ τοῦ Σατάσπεος ἐοῦσα Δαρείου ἀδελφεὴ παραιτήσατο , φᾶσά οἱ αὐτὴ μέζω ζημίην ἐπιθήσειν περ ἐκεῖνον · Λιβύην γάρ οἱ ἀνάγκην ἔσεσθαι περιπλώειν , ἐς ἂν ἀπίκηται περιπλέων αὐτὴν ἐς τὸν Ἀράβιον κόλπον . συγχωρήσαντος δὲ Ξέρξεω ἐπὶ τούτοισι , Σατάσπης ἀπικόμενος ἐς Αἴγυπτον καὶ λαβὼν νέα τε καὶ ναύτας παρὰ τούτων ἔπλεε ἐπὶ Ἡρακλέας στήλας · διεκπλώσας δὲ καὶ κάμψας τὸ ἀκρωτήριον τῆς Λιβύης τῷ οὔνομα Σολόεις ἐστί , ἔπλεε πρὸς μεσαμβρίην · περήσας δὲ θάλασσαν πολλὴν ἐν πολλοῖσι μησί , ἐπείτε τοῦ πλεῦνος αἰεὶ ἔδεε , ἀποστρέψας ὀπίσω ἀπέπλεε ἐς Αἴγυπτον .