4.40 μέχρι δὲ τῆς Ἰνδικῆς οἰκέεται Ἀσίη · τὸ δὲ ἀπὸ ταύτης ἔρημος ἤδη τὸ πρὸς τὴν ἠῶ , οὐδὲ ἔχει οὐδεὶς φράσαι οἷον δή τι ἐστί .
4.41 τοιαύτη μὲν καὶ τοσαύτη Ἀσίη ἐστί , δὲ Λιβύη ἐν τῇ ἀκτῇ τῇ ἑτέρῃ ἐστί · ἀπὸ γὰρ Αἰγύπτου Λιβύη ἤδη ἐκδέκεται . κατὰ μέν νυν Αἴγυπτον ἀκτὴ αὕτη στεινή ἐστι · ἀπὸ γὰρ τῆσδε τῆς θαλάσσης ἐς τὴν Ἐρυθρὴν θάλασσαν δέκα μυριάδες εἰσὶ ὀργυιέων , αὗται δ’ ἂν εἶεν χίλιοι στάδιοι · τὸ δὲ ἀπὸ τοῦ στεινοῦ τούτου κάρτα πλατέα τυγχάνει ἐοῦσα ἀκτὴ ἥτις Λιβύη κέκληται .
4.42 θωμάζω ὦν τῶν διουρισάντων καὶ διελόντων Λιβύην τε καὶ Ἀσίην καὶ Εὐρώπην · οὐ γὰρ σμικρὰ τὰ διαφέροντα αὐτέων ἐστί · μήκεϊ μὲν γὰρ παρ’ ἀμφοτέρας παρήκει Εὐρώπη , εὔρεος δὲ πέρι οὐδὲ συμβάλλειν ἀξίη φαίνεταί μοι εἶναι . Λιβύη μὲν γὰρ δηλοῖ ἑωυτὴν ἐοῦσα περίρρυτος , πλὴν ὅσον αὐτῆς πρὸς τὴν Ἀσίην οὐρίζει , Νεκῶ τοῦ Αἰγυπτίων βασιλέος πρώτου τῶν ἡμεῖς ἴδμεν καταδέξαντος · ὃς ἐπείτε τὴν διώρυχα ἐπαύσατο ὀρύσσων τὴν ἐκ τοῦ Νείλου διέχουσαν ἐς τὸν Ἀράβιον κόλπον , ἀπέπεμψε Φοίνικας ἄνδρας πλοίοισι , ἐντειλάμενος ἐς τὸ ὀπίσω δι’ Ἡρακλέων στηλέων ἐκπλέειν ἕως ἐς τὴν βορηίην θάλασσαν καὶ οὕτω ἐς Αἴγυπτον ἀπικνέεσθαι . ὁρμηθέντες ὦν οἱ Φοίνικες ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἔπλεον τὴν νοτίην θάλασσαν · ὅκως δὲ γίνοιτο φθινόπωρον προσσχόντες ἂν σπείρεσκον τὴν γῆν , ἵνα ἑκάστοτε τῆς Λιβύης πλέοντες γινοίατο , καὶ μένεσκον τὸν ἄμητον ·