4.38 ἐνθεῦτεν δὲ τὸ πρὸς ἑσπέρης ἀκταὶ διφάσιαι ἀπ’ αὐτῆς κατατείνουσι ἐς θάλασσαν , τὰς ἐγὼ ἀπηγήσομαι · ἔνθεν μὲν ἀκτὴ ἑτέρη τὰ πρὸς βορέην ἀπὸ Φάσιος ἀρξαμένη παρατέταται ἐς θάλασσαν παρά τε τὸν Πόντον καὶ τὸν Ἑλλήσποντον μέχρι Σιγείου τοῦ Τρωικοῦ · τὰ δὲ πρὸς νότου αὐτὴ αὕτη ἀκτὴ ἀπὸ τοῦ Μυριανδικοῦ κόλπου τοῦ πρὸς Φοινίκῃ κειμένου τείνει τὰ ἐς θάλασσαν μέχρι Τριοπίου ἄκρης . οἰκέει δὲ ἐν τῇ ἀκτῇ ταύτῃ ἔθνεα ἀνθρώπων τριήκοντα .
4.39 αὕτη μέν νυν ἑτέρη τῶν ἀκτέων , δὲ δὴ ἑτέρη ἀπὸ Περσέων ἀρξαμένη παρατέταται ἐς τὴν Ἐρυθρὴν θάλασσαν , τε Περσικὴ καὶ ἀπὸ ταύτης ἐκδεκομένη Ἀσσυρίη καὶ ἀπὸ Ἀσσυρίης Ἀραβίη · λήγει δὲ αὕτη , οὐ λήγουσα εἰ μὴ νόμῳ , ἐς τὸν κόλπον τὸν Ἀράβιον , ἐς τὸν Δαρεῖος ἐκ τοῦ Νείλου διώρυχα ἐσήγαγε . μέχρι μέν νυν Φοινίκης ἀπὸ Περσέων χῶρος πλατὺς καὶ πολλός ἐστι · τὸ δὲ ἀπὸ Φοινίκης παρήκει διὰ τῆσδε τῆς θαλάσσης ἀκτὴ αὕτη παρά τε Συρίην τὴν Παλαιστίνην καὶ Αἴγυπτον , ἐς τὴν τελευτᾷ · ἐν τῇ ἔθνεα ἐστὶ τρία μοῦνα .
4.40 ταῦτα μὲν ἀπὸ Περσέων τὰ πρὸς ἑσπέρην τῆς Ἀσίης ἔχοντα ἐστί · τὰ δὲ κατύπερθε Περσέων καὶ Μήδων καὶ Σασπείρων καὶ Κόλχων , τὰ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα , ἔνθεν μὲν Ἐρυθρὴ παρήκει θάλασσα , πρὸς βορέω δὲ Κασπίη τε θάλασσα καὶ Ἀράξης ποταμός , ῥέων πρὸς ἥλιον ἀνίσχοντα .