4.30 ἐνθαῦτα μέν νυν διὰ τὰ ψύχεα γίνεται ταῦτα . θωμάζω δέ ʹπροσθήκας γὰρ δή μοι λόγος ἐξ ἀρχῆς ἐδίζητὀ ὅτι ἐν τῇ Ἠλείῃ πάσῃ χώρῃ οὐ δυνέαται γίνεσθαι ἡμίονοι , οὔτε ψυχροῦ τοῦ χώρου ἐόντος οὔτε ἄλλου φανεροῦ αἰτίου οὐδενός . φασὶ δὲ αὐτοὶ Ἠλεῖοι ἐκ κατάρης τευ οὐ γίνεσθαι σφίσι ἡμιόνους , ἀλλ’ ἐπεὰν προσίῃ ὥρη κυΐσκεσθαι τὰς ἵππους , ἐξελαύνουσι ἐς τοὺς πλησιοχώρους αὐτάς , καὶ ἔπειτά σφι ἐν τῇ τῶν πέλας ἐπιεῖσι τοὺς ὄνους , ἐς οὗ ἂν σχῶσι αἱ ἵπποι ἐν γαστρί · ἔπειτα δὲ ἀπελαύνουσι .
4.31 περὶ δὲ τῶν πτερῶν τῶν Σκύθαι λέγουσι ἀνάπλεον εἶναι τὸν ἠέρα , καὶ τούτων εἵνεκα οὐκ οἷοί τε εἶναι οὔτε ἰδεῖν τὸ πρόσω τῆς ἠπείρου οὔτε διεξιέναι , τήνδε ἔχω περὶ αὐτῶν γνώμην · τὰ κατύπερθε ταύτης τῆς χώρης αἰεὶ νίφεται , ἐλάσσονι δὲ τοῦ θέρεος τοῦ χειμῶνος , ὥσπερ καὶ οἰκός . ἤδη ὦν ὅστις ἀγχόθεν χιόνα ἁδρὴν πίπτουσαν εἶδε οἶδε τὸ λέγω · ἔοικε γὰρ χιὼν πτεροῖσι καὶ διὰ τὸν χειμῶνα τοῦτον ἐόντα τοιοῦτον ἀνοίκητα τὰ πρὸς βορέην ἐστὶ τῆς ἠπείρου ταύτης . τὰ ὦν πτερὰ εἰκάζοντας τὴν χιόνα τοὺς Σκύθας τε καὶ τοὺς περιοίκους δοκέω λέγειν . ταῦτα μέν νυν τὰ λέγεται μακρότατα εἴρηται .