4.28 οὕτω μὲν δὴ τοὺς ὀκτὼ μῆνας διατελέει χειμὼν ἐών , τοὺς δ’ ἐπιλοίπους τέσσερας ψύχεα αὐτόθι ἐστί . κεχώρισται δὲ οὗτος χειμὼν τοὺς τρόπους πᾶσι τοῖσι ἐν ἄλλοισι χωρίοισι γινομένοισι χειμῶσι , ἐν τῷ τὴν μὲν ὡραίην οὐκ ὕει λόγου ἄξιον οὐδέν , τὸ δὲ θέρος ὕων οὐκ ἀνιεῖ · βρονταί τε ἦμος τῇ ἄλλῃ γίνονται , τηνικαῦτα μὲν οὐ γίνονται , θέρεος δὲ ἀμφιλαφέες · ἢν δὲ χειμῶνος βροντὴ γένηται , ὡς τέρας νενόμισται θωμάζεσθαι . ὣς δὲ καὶ ἢν σεισμὸς γένηται ἤν τε θέρεος ἤν τε χειμῶνος ἐν τῇ Σκυθικῇ , τέρας νενόμισται . ἵπποι δὲ ἀνεχόμενοι φέρουσι τὸν χειμῶνα τοῦτον , ἡμίονοι δὲ οὐδὲ ὄνοι οὐκ ἀνέχονται ἀρχήν · τῇ δὲ ἄλλῃ ἵπποι μὲν ἐν κρυμῷ ἑστεῶτες ἀποσφακελίζουσι , ὄνοι δὲ καὶ ἡμίονοι ἀνέχονται .
4.29 δοκέει δέ μοι καὶ τὸ γένος τῶν βοῶν τὸ κόλον διὰ ταῦτα οὐ φύειν κέρεα αὐτόθι · μαρτυρέει δέ μοι τῇ γνώμῃ καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσείῃ ἔχον ὧδε , ʹ καὶ Λιβύην , ὅθι τ’ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι , ʹ ὀρθῶς εἰρημένον , ἐν τοῖσι θερμοῖσι ταχὺ παραγίνεσθαι τὰ κέρεα , ἐν δὲ τοῖσι ἰσχυροῖσι ψύχεσι οὐ φύειν κέρεα τὰ κτήνεα ἀρχὴν φύοντα φύειν μόγις .