4.32 Ὑπερβορέων δὲ πέρι ἀνθρώπων οὔτε τι Σκύθαι λέγουσι οὐδὲν οὔτε τινὲς ἄλλοι τῶν ταύτῃ οἰκημένων , εἰ μὴ ἄρα Ἰσσηδόνες . ὡς δὲ ἐγὼ δοκέω , οὐδ’ οὗτοι λέγουσι οὐδέν · ἔλεγον γὰρ ἂν καὶ Σκύθαι , ὡς περὶ τῶν μουνοφθάλμων λέγουσι . ἀλλ’ Ἡσιόδῳ μὲν ἐστὶ περὶ Ὑπερβορέων εἰρημένα , ἔστι δὲ καὶ Ὁμήρῳ ἐν Ἐπιγόνοισι , εἰ δὴ τῷ ἐόντι γε Ὅμηρος ταῦτα τὰ ἔπεα ἐποίησε .
4.33 πολλῷ δέ τι πλεῖστα περὶ αὐτῶν Δήλιοι λέγουσι , φάμενοι ἱρὰ ἐνδεδεμένα ἐν καλάμῃ πυρῶν ἐξ Ὑπερβορέων φερόμενα ἀπικνέεσθαι ἐς Σκύθας , ἀπὸ δὲ Σκυθέων ἤδη δεκομένους αἰεὶ τοὺς πλησιοχώρους ἑκάστους κομίζειν αὐτὰ τὸ πρὸς ἑσπέρης ἑκαστάτω ἐπὶ τὸν Ἀδρίην , ἐνθεῦτεν δὲ πρὸς μεσαμβρίην προπεμπόμενα πρώτους Δωδωναίους Ἑλλήνων δέκεσθαι , ἀπὸ δὲ τούτων καταβαίνειν ἐπὶ τὸν Μηλιέα κόλπον καὶ διαπορεύεσθαι ἐς Εὔβοιαν , πόλιν τε ἐς πόλιν πέμπειν μέχρι Καρύστου , τὸ δ’ ἀπὸ ταύτης ἐκλιπεῖν Ἄνδρον · Καρυστίους γὰρ εἶναι τοὺς κομίζοντας ἐς Τῆνον , Τηνίους δὲ ἐς Δῆλον . ἀπικνέεσθαι μέν νυν οὕτω ταῦτα τὰ ἱρὰ λέγουσι ἐς Δῆλον · πρῶτον δὲ τοὺς Ὑπερβορέους πέμψαι φερούσας τὰ ἱρὰ δὺο κόρας , τὰς ὀνομάζουσι Δήλιοι εἶναι Ὑπερόχην τε καὶ Λαοδίκην · ἅμα δὲ αὐτῇσι ἀσφαλείης εἵνεκεν πέμψαι τοὺς Ὑπερβορέους τῶν ἀστῶν ἄνδρας πέντε πομπούς , τούτους οἳ νῦν Περφερέες καλέονται τιμὰς μεγάλας ἐν Δήλῳ ἔχοντες .