4.26 νόμοισι δὲ Ἰσσηδόνες τοῖσιδε λέγονται χρᾶσθαι . ἐπεὰν ἀνδρὶ ἀποθάνῃ πατήρ , οἱ προσήκοντες πάντες προσάγουσι πρόβατα , καὶ ἔπειτα ταῦτα θύσαντες καὶ καταταμόντες τὰ κρέα κατατάμνουσι καὶ τὸν τοῦ δεκομένου τεθνεῶτα γονέα , ἀναμίξαντες δὲ πάντα τὰ κρέα δαῖτα προτίθενται · τὴν δὲ κεφαλὴν αὐτοῦ ψιλώσαντες καὶ ἐκκαθήραντες καταχρυσοῦσι καὶ ἔπειτα ἅτε ἀγάλματι χρέωνται , θυσίας μεγάλας ἐπετείους ἐπιτελέοντες . παῖς δὲ πατρὶ τοῦτο ποιέει , κατά περ Ἕλληνες τὰ γενέσια . ἄλλως δὲ δίκαιοι καὶ οὗτοι λέγονται εἶναι , ἰσοκρατέες δὲ ὁμοίως αἱ γυναῖκες τοῖσι ἀνδράσι .
4.27 γινώσκονται μὲν δὴ καὶ οὗτοι , τὸ δὲ ἀπὸ τούτων τὸ κατύπερθε Ἰσσηδόνες εἰσὶ οἱ λέγοντες μουνοφθάλμους ἀνθρώπους καὶ χρυσοφύλακας γρῦπας εἶναι · παρὰ δὲ τούτων Σκύθαι παραλαβόντες λέγουσι , παρὰ δὲ Σκυθέων ἡμεῖς οἱ ἄλλοι νενομίκαμεν καὶ ὀνομάζομεν αὐτοὺς σκυθιστὶ Ἀριμασπούς · ἄριμα γὰρ ἓν καλέουσι Σκύθαι , σποῦ δὲ ὀφθαλμόν .
4.28 δυσχείμερος δὲ αὕτη καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τι ἐστί , ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀφόρητος οἷος γίνεται κρυμός , ἐν τοῖσι ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις , πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν · δὲ θάλασσα πήγνυται καὶ Βόσπορος πᾶς Κιμμέριος , καὶ ἐπὶ τοῦ κρυστάλλου οἱ ἐντὸς τάφρου Σκύθαι κατοικημένοι στρατεύονται καὶ τὰς ἁμάξας ἐπελαύνουσι πέρην ἐς τοὺς Σίνδους .