4.23 πρόβατα γάρ σφι οὐ πολλά ἐστι . οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί . ὑπὸ δενδρέῳ δὲ ἕκαστος κατοίκηται , τὸν μὲν χειμῶνα ἐπεὰν τὸ δένδρεον περικαλύψῃ πίλῳ στεγνῷ λευκῷ , τὸ δὲ θέρος ἄνευ πίλου . τούτους οὐδεὶς ἀδικέει ἀνθρώπων · ἱροὶ γὰρ λέγονται εἶναι · οὐδέ τι ἀρήιον ὅπλον ἐκτέαται . καὶ τοῦτο μὲν τοῖσι περιοικέουσι οὗτοι εἰσὶ οἱ τὰς διαφορὰς διαιρέοντες , τοῦτο δὲ ὃς ἂν φεύγων καταφύγῃ ἐς τούτους , ὑπ’ οὐδενὸς ἀδικέεται · οὔνομα δέ σφι ἐστὶ Ἀργιππαῖοι .
4.24 μέχρι μέν νυν τῶν φαλακρῶν τούτων πολλὴ περιφανείη τῆς χώρης ἐστὶ καὶ τῶν ἔμπροσθε ἐθνέων · καὶ γὰρ Σκυθέων τινὲς ἀπικνέονται ἐς αὐτούς , τῶν οὐ χαλεπόν ἐστι πυθέσθαι καὶ Ἑλλήνων τῶν ἐκ Βορυσθένεος τε ἐμπορίου καὶ τῶν ἄλλων Ποντικῶν ἐμπορίων · Σκυθέων δὲ οἳ ἂν ἔλθωσι ἐς αὐτούς , δι’ ἑπτὰ ἑρμηνέων καὶ δι’ ἑπτὰ γλωσσέων διαπρήσσονται .
4.25 μέχρι μὲν δὴ τούτων γινώσκεται , τὸ δὲ τῶν φαλακρῶν κατύπερθε οὐδεὶς ἀτρεκέως οἶδε φράσαι . ὄρεα γὰρ ὑψηλὰ ἀποτάμνει ἄβατα καὶ οὐδείς σφεα ὑπερβαίνει . οἱ δὲ φαλακροὶ οὗτοι λέγουσι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , οἰκέειν τὰ ὄρεα αἰγίποδας ἄνδρας , ὑπερβάντι δὲ τούτους ἀνθρώπους ἄλλους οἳ τὴν ἑξάμηνον κατεύδουσι . τοῦτο δὲ οὐκ ἐνδέκομαι τὴν ἀρχήν , ἀλλὰ τὸ μὲν πρὸς ἠῶ τῶν φαλακρῶν γινώσκεται ἀτρεκέως ὑπὸ Ἰσσηδόνων οἰκεόμενον , τὸ μέντοι κατύπερθε πρὸς βορέην ἄνεμον οὐ γινώσκεται οὔτε τῶν φαλακρῶν οὔτε τῶν Ἰσσηδόνων , εἰ μὴ ὅσα αὐτῶν τούτων λεγόντων .