4.22 συνεχέες δὲ τούτοισι ἐν τοῖσι αὐτοῖσι τόποισι κατοικημένοι εἰσὶ τοῖσι οὔνομα κεῖται Ἰύρκαι , καὶ οὗτοι ἀπὸ θήρης ζῶντες τρόπῳ τοιῷδε · λοχᾷ ἐπὶ δένδρεον ἀναβάς , τὰ δὲ ἐστὶ πυκνὰ ἀνὰ πᾶσαν τὴν χώρην · ἵππος δὲ ἑκάστῳ δεδιδαγμένος ἐπὶ γαστέρα κεῖσθαι ταπεινότητος εἵνεκα ἕτοιμος ἐστὶ καὶ κύων · ἐπεὰν δὲ ἀπίδῃ τὸ θηρίον ἀπὸ τοῦ δενδρέου , τοξεύσας ἐπιβὰς ἐπὶ τὸν ἵππον διώκει , καὶ κύων ἔχεται , ὑπὲρ δὲ τούτων τὸ πρὸς τὴν ἠῶ ἀποκλίνοντι οἰκέουσι Σκύθαι ἄλλοι , ἀπὸ τῶν βασιληίων Σκυθέων ἀποστάντες καὶ οὕτω ἀπικόμενοι ἐς τοῦτον τὸν χῶρον .
4.23 μέχρι μὲν δὴ τῆς τούτων τῶν Σκυθέων χώρης ἐστὶ καταλεχθεῖσα πᾶσα πεδιάς τε γῆ καὶ βαθύγαιος , τὸ δ’ ἀπὸ τούτου λιθώδης τ’ ἐστὶ καὶ τρηχέα . διεξελθόντι δὲ καὶ τῆς τρηχέης χώρης πολλὸν οἰκέουσι ὑπώρεαν ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντες φαλακροὶ ἐκ γενετῆς γινόμενοι , καὶ ἔρσενες καὶ θήλεαι ὁμοίως , καὶ σιμοὶ καὶ γένεια ἔχοντες μεγάλα , φωνὴν δὲ ἰδίην ἱέντες , ἐσθῆτι δὲ χρεώμενοι Σκυθικῇ , ζῶντες δὲ ἀπὸ δενδρέων . ποντικὸν μὲν οὔνομα τῷ δενδρέῳ ἀπ’ οὗ ζῶσι , μέγαθος δὲ κατὰ συκέην μάλιστά κῃ . καρπὸν δὲ φορέει κυάμῳ ἴσον , πυρῆνα δὲ ἔχει . τοῦτο ἐπεὰν γένηται πέπον , σακκέουσι ἱματίοισι , ἀπορρέει δὲ ἀπ’ αὐτοῦ παχὺ καὶ μέλαν · οὔνομα δὲ τῷ ἀπορρέοντι ἐστὶ ἄσχυ · τοῦτο καὶ λείχουσι καὶ γάλακτι συμμίσγοντες πίνουσι , καὶ ἀπὸ τῆς παχύτητος αὐτοῦ τῆς τρυγὸς παλάθας συντιθεῖσι καὶ ταύτας σιτέονται .