4.20 πέρην δὲ τοῦ Γέρρου ταῦτα δὴ τὰ καλεύμενα βασιλήια ἐστὶ καὶ Σκύθαι οἱ ἄριστοί τε καὶ πλεῖστοι καὶ τοὺς ἄλλους νομίζοντες Σκύθας δούλους σφετέρους εἶναι · κατήκουσι δὲ οὗτοι τὸ μὲν πρὸς μεσαμβρίην ἐς τὴν Ταυρικήν , τὸ δὲ πρὸς ἠῶ ἐπί τε τάφρον , τὴν δὴ οἱ ἐκ τῶν τυφλῶν γενόμενοι ὤρυξαν , καὶ ἐπὶ τῆς λίμνης τῆς Μαιήτιδος τὸ ἐμπόριον τὸ καλέεται Κρημνοί · τὰ δὲ αὐτῶν κατήκουσι ἐπὶ ποταμὸν Τάναϊν . τὰ δὲ κατύπερθε πρὸς βορέην ἄνεμον τῶν βασιληίων Σκυθέων οἰκέουσι Μελάγχλαινοι , ἄλλο ἔθνος καὶ οὐ Σκυθικὸν . Μελαγχλαίνων δὲ τὸ κατύπερθε λίμναι καὶ ἔρημος ἐστὶ ἀνθρώπων , κατ’ ὅσον ἡμεῖς ἴδμεν .
4.21 Τάναϊν δὲ ποταμὸν διαβάντι οὐκέτι Σκυθική , ἀλλ’ μὲν πρώτη τῶν λαξίων Σαυροματέων ἐστί , οἳ ἐκ τοῦ μυχοῦ ἀρξάμενοι τῆς Μαιήτιδος λίμνης νέμονται τὸ πρὸς βορέην ἄνεμον ἡμερέων πεντεκαίδεκα ὁδόν , πᾶσαν ἐοῦσαν ψιλὴν καὶ ἀγρίων καὶ ἡμέρων δενδρέων · ὑπεροικέουσι δὲ τούτων δευτέρην λάξιν ἔχοντες Βουδῖνοι , γῆν νεμόμενοι πᾶσαν δασέαν ὕλη παντοίῃ .
4.22 Βουδίνων δὲ κατύπερθε πρὸς βορέην ἐστὶ πρώτη μὲν ἔρημος ἐπ’ ἡμερέων ἑπτὰ ὁδόν , μετὰ δὲ τὴν ἔρημον ἀποκλίνοντι μᾶλλον πρὸς ἀπηλιώτην ἄνεμον νέμονται Θυσσαγέται , ἔθνος πολλὸν καὶ ἴδιον · ζῶσι δὲ ἀπὸ θήρης .