4.18 ταῦτα μὲν παρὰ τὸν Ὕπανιν ποταμὸν ἐστι ἔθνεα πρὸς ἑσπέρης τοῦ Βορυσθένεος · ἀτὰρ διαβάντι τὸν Βορυσθένεα ἀπὸ θαλάσσης πρῶτον μὲν Ὑλαίη , ἀπὸ δὲ ταύτης ἄνω ἰόντι οἰκέουσι Σκύθαι γεωργοί , τοὺς Ἕλληνές οἱ οἰκέοντες ἐπὶ τῷ Ὑπάνι ποταμῷ καλέουσι Βορυσθενεΐτας , σφέας δὲ αὐτοὺς Ὀλβιοπολίτας . οὗτοι ὦν οἱ γεωργοὶ Σκύθαι νέμονται τὸ μὲν πρὸς τὴν ἠῶ ἐπὶ τρεῖς ἡμέρας ὁδοῦ , κατήκοντες ἐπὶ ποταμὸν τῷ οὔνομα κεῖται Παντικάπης , τὸ δὲ πρὸς βορέην ἄνεμον πλόον ἀνὰ τὸν Βορυσθένεα ἡμερέων ἕνδεκα . ἤδη δὲ κατύπερθε τούτων ἔρημος ἐστὶ ἐπὶ πολλὸν . μετὰ δὲ τὴν ἔρημον Ἀνδροφάγοι οἰκέουσι , ἔθνος ἐὸν ἴδιον καὶ οὐδαμῶς Σκυθικόν . τὸ δὲ τούτων κατύπερθε ἔρημον ἤδη ἀληθέως καὶ ἔθνος ἀνθρώπων οὐδέν , ὅσον ἡμεῖς ἴδμεν .
4.19 τὸ δὲ πρὸς τὴν ἠῶ τῶν γεωργῶν τούτων Σκυθέων , διαβάντι τὸν Παντικάπην ποταμόν , νομάδες ἤδη Σκύθαι νέμονται , οὔτε τι σπείροντες οὐδέν οὔτε ἀροῦντες · ψιλή δέ δενδρέων πᾶσα αὕτη πλήν τῆς Ὑλαίης . οἱ δὲ νομάδες οὗτοι τὸ πρὸς τὴν ἠῶ ἡμερέων τεσσέρων καὶ δέκα ὁδὸν νέμονται χώρην κατατείνουσαν ἐπὶ ποταμὸν Γέρρον .