4.15 καὶ νῦν ἔστηκε ἀνδριὰς ἐπωνυμίην ἔχων Ἀριστέω παρ’ αὐτῷ τῷ ἀγάλματι τοῦ Ἀπόλλωνος , πέριξ δὲ αὐτὸν δάφναι ἑστᾶσι · τὸ δὲ ἄγαλμα ἐν τῇ ἀγορῇ ἵδρυται . Ἀριστέω μέν νυν πέρι τοσαῦτα εἰρήσθω .
4.16 τῆς δὲ γῆς , τῆς πέρι ὅδε λόγος ὅρμηται λέγεσθαι , οὐδεὶς οἶδε ἀτρεκέως τι τὸ κατύπερθε ἐστί · οὐδενὸς γὰρ δὴ αὐτόπτεω εἰδέναι φαμένου δύναμαι πυθέσθαι · οὐδὲ γὰρ οὐδὲ Ἀριστέης , τοῦ περ ὀλίγῳ πρότερον τούτων μνήμην ἐποιεύμην , οὐδὲ οὗτος προσωτέρω Ἰσσηδόνων ἐν αὐτοῖσι τοῖσι ἔπεσι ποιέων ἔφησε ἀπικέσθαι , ἀλλὰ τὰ κατύπερθε ἔλεγε ἀκοῇ , φασ’ Ἰσσηδόνας εἶναι τοὺς ταῦτα λέγοντας . ἀλλ’ ὅσον μὲν ἡμεῖς ἀτρεκέως ἐπὶ μακρότατον οἷοι τε ἐγενόμεθα ἀκοῇ ἐξικέσθαι , πᾶν εἰρήσεται .
4.17 ἀπὸ τοῦ Βορυσθενειτέων ἐμπορίου ʹτοῦτο γὰρ τῶν παραθαλασσίων μεσαίτατον ἐστὶ πάσης τῆς Σκυθίησ̓ , ἀπὸ τούτου πρῶτοι Καλλιππίδαι νέμονται ἐόντες Ἕλληνές Σκύθαι , ὕπερ δὲ τούτων ἄλλο ἔθνος οἳ Ἀλαζόνες καλέονται . οὗτοι δὲ καὶ οἱ Καλλιππίδαι τὰ μὲν ἄλλα κατὰ ταὐτὰ Σκύθῃσι ἐπασκέουσι , σῖτον δὲ καὶ σπείρουσι καὶ σιτέονται , καὶ κρόμμυα καὶ σκόροδα καὶ φακούς καὶ κέγχρους . ὕπερ δὲ Ἀλαζόνων οἰκέουσι Σκύθαι ἀροτῆρες , οἳ οὐκ ἐπὶ σιτήσι σπείρουσι τὸν σῖτον ἀλλ’ ἐπὶ πρήσι . τούτων δὲ κατύπερθε οἰκέουσι Νευροί . Νευρῶν δὲ τὸ πρὸς βορέην ἄνεμον ἔρημον ἀνθρώπων , ὅσον ἡμεῖς ἴδμεν .