4.14 ἐσκεδασμένου δὲ ἤδη τοῦ λόγου ἀνὰ τὴν πόλιν ὡς τεθνεώς εἴη Ἀριστέης , ἐς ἀμφισβασίας τοῖσι λέγουσι ἀπικνέεσθαι ἄνδρα Κυζικηνὸν ἥκοντα ἐξ Ἀρτάκης πόλιος , φάντα συντυχεῖν τε οἱ ἰόντι ἐπὶ Κυζίκου καὶ ἐς λόγους ἀπικέσθαι . καὶ τοῦτον μὲν ἐντεταμένως ἀμφισβατέειν , τοὺς δὲ προσήκοντας τῷ νεκρῷ ἐπὶ τὸ κναφήιον παρεῖναι ἔχοντας τὰ πρόσφορα ὡς ἀναιρησομένους · ἀνοιχθέντος δὲ τοῦ οἰκήματος οὔτε τεθνεῶτα οὔτε ζῶντα φαίνεσθαι Ἀριστέην . μετὰ δὲ ἑβδόμῳ ἔτει φανέντα αὐτὸν ἐς Προκόννησον ποιῆσαι τὰ ἔπεα ταῦτα τὰ νῦν ὑπ’ Ἑλλήνων Ἀριμάσπεα καλέεται , ποιήσαντα δὲ ἀφανισθῆναι τὸ δεύτερον .
4.15 ταῦτα μὲν αἱ πόλιες αὗται λέγουσι , τάδε δὲ οἶδα Μεταποντίνοισι τοῖσι ἐν Ἰταλίῃ συγκυρήσαντα μετὰ τὴν ἀφάνισιν τὴν δευτέρην Ἀριστέω ἔτεσι τεσσεράκοντα καὶ διηκοσίοισι , ὡς ἐγὼ συμβαλλόμενος ἐν Προκοννήσῳ τε καὶ Μεταποντίῳ εὕρισκον . Μεταποντῖνοι φασὶ αὐτὸν Ἀριστέην φανέντα σφι ἐς τὴν χώρην κελεῦσαι βωμὸν Ἀπόλλωνος ἱδρύσασθαι καὶ Ἀριστέω τοῦ Προκοννησίου ἐπωνυμίην ἔχοντα ἀνδριάντα πὰρ’ αὐτὸν ἱστάναι · φάναι γὰρ σφι τὸν Ἀπόλλωνα Ἰταλιωτέων μούνοισι δὴ ἀπικέσθαι ἐς τὴν χώρην , καὶ αὐτὸς οἱ ἕπεσθαι νῦν ἐὼν Ἀριστέης · τότε δὲ , ὅτε εἵπετο τῷ θεῷ , εἶναι κόραξ . καὶ τὸν μὲν εἰπόντα ταῦτα ἀφανισθῆναι , σφέας δὲ Μεταποντῖνοι λέγουσι ἐς Δελφοὺς πέμψαντας τὸν θεὸν ἐπειρωτᾶν τι τὸ φάσμα τοῦ ἀνθρώπου εἴη . τὴν δὲ Πυθίην σφέας κελεύειν πείθεσθαι τῷ φάσματι , πειθομένοισι δὲ ἄμεινον συνοίσεσθαι . καὶ σφέας δεξαμένους ταῦτα ποιῆσαι ἐπιτελέα .