4.12 φαίνονται δὲ οἱ Κιμμέριοι φεύγοντες ἐς τὴν Ἀσίην τοὺς Σκύθας καὶ τὴν χερσόνησον κτίσαντες , ἐν τῇ νῦν Σινώπη πόλις Ἑλλὰς οἴκισται . φανεροὶ δὲ εἰσὶ καὶ οἱ Σκύθαι διώξαντες αὐτοὺς καὶ ἐσβαλόντες ἐς γῆν τὴν Μηδικὴν , ἁμαρτόντες τῆς ὁδοῦ · οἱ μὲν γὰρ Κιμμέριοι αἰεὶ τὴν παρὰ θάλασσαν ἔφευγον , οἱ δὲ Σκύθαι ἐν δεξιῇ τὸν Καύκασον ἔχοντες ἐδίωκον ἐς οὗ ἐσέβαλον ἐς γῆν τὴν Μηδικήν , ἐς μεσόγαιαν τῆς ὁδοῦ τραφθέντες . οὗτος δὲ ἄλλος ξυνὸς Ἑλλήνων τε καὶ βαρβάρων λεγόμενος λόγος εἴρηται .
4.13 ἔφη δὲ Ἀριστέης Καϋστροβίου ἀνὴρ Προκοννήσιος ποιέων ἔπεα , ἀπικέσθαι ἐς Ἰσσηδόνας φοιβόλαμπτος γενόμενος , Ἰσσηδόνων δὲ ὑπεροικέειν Ἀριμασποὺς ἄνδρας μουνοφθάλμους ὕπερ δὲ τούτων τοὺς χρυσοφύλακας γρῦπας , τούτων δὲ τοὺς Ὑπερβορέους κατήκοντας ἐπὶ θάλασσαν . τούτους ὦν πάντας πλὴν Ὑπερβορέων , ἀρξάντων Ἀριμασπῶν , αἰεὶ τοῖσι πλησιοχώροισι ἐπιτίθεσθαι , καὶ ὑπὸ μὲν Ἀριμασπῶν ἐξωθέεσθαι ἐκ τῆς χώρης Ἰσσηδόνας , ὑπὸ δὲ Ἰσσηδόνων Σκύθας , Κιμμερίους δὲ οἰκέοντας ἐπὶ τῇ νοτίῃ θαλάσσῃ ὑπὸ Σκυθέων πιεζομένους ἐκλείπειν τὴν χώρην . οὕτω οὐδὲ οὗτος συμφέρεται περὶ τῆς χώρης ταύτης Σκύθῃσι .
4.14 καὶ ὅθεν μὲν ἦν Ἀριστέης ταῦτα εἴπας , εἴρηκα , τὸν δὲ περὶ αὐτοῦ ἤκουον λόγον ἐν Προκοννήσῳ καί Κυζίκῳ , λέξω . Ἀριστέην γὰρ λέγουσι , ἐόντα τῶν ἀστῶν οὐδενὸς γένος ὑποδεέστερον , ἐσελθόντα ἐς κναφήιον ἐν Προκοννήσῳ ἀποθανεῖν , καὶ τόν κναφέα κατακληίσαντα τὸ ἐργαστήριον οἴχεσθαι ἀγγελέοντα τοῖσι προσήκουσι τῷ νεκρῷ .