4.11 ἔστι δὲ καὶ ἄλλος λόγος ἔχων ὧδε , τῷ μάλιστα λεγομένῳ αὐτός πρόσκειμαι , Σκύθας τοὺς νομάδας οἰκέοντας ἐν τῇ Ἀσίῃ , πολέμῳ πιεσθέντας ὑπὸ Μασσαγετέων , οἴχεσθαι διαβάντας ποταμὸν Ἀράξην ἐπὶ γῆν τὴν Κιμμερίην ʹτὴν γὰρ νῦν νέμονται Σκύθαι , αὕτη λέγεται τὸ παλαιὸν εἶναι Κιμμερίων̓ , τοὺς δὲ Κιμμερίους ἐπιόντων Σκυθέων βουλεύεσθαι ὡς στρατοῦ ἐπιόντος μεγάλου , καὶ δὴ τὰς γνώμας σφέων κεχωρισμένας , ἐντόνους μὲν ἀμφοτέρας , ἀμείνω δὲ τὴν τῶν βασιλέων · τὴν μὲν γὰρ δὴ τοῦ δήμου φέρειν γνώμην ὡς ἀπαλλάσσεσθαι πρῆγμα εἴη μηδὲ πρὸ σποδοῦ μένοντας κινδυνεύειν , τὴν δὲ τῶν βασιλέων διαμάχεσθαι περὶ τῆς χώρης τοῖσι ἐπιοῦσι . οὔκων δὴ ἐθέλειν πείθεσθαι οὔτε τοῖσι βασιλεῦσι τὸν δῆμον οὔτε τῷ δήμῳ τοὺς βασιλέας · τοὺς μὲν δὴ ἀπαλλάσσεσθαι βουλεύεσθαι ἀμαχητὶ τὴν χωρῆν παραδόντας τοῖσι ἐπιοῦσι · τοῖσι δὲ βασιλεῦσι δόξαι ἐν τῇ ἑωυτῶν κεῖσθαι ἀποθανόντας μηδὲ συμφεύγειν τῷ δήμῳ , λογισαμένους ὅσα τε ἀγαθὰ πεπόνθασι καὶ ὅσα φεύγοντας ἐκ τῆς πατρίδος κακὰ ἐπίδοξα καταλαμβάνειν . ὡς δὲ δόξαι σφι ταῦτα , διαστάντας καὶ ἀριθμὸν ἴσους γενομένους μάχεσθαι πρὸς ἀλλήλους . καὶ τοὺς μὲν ἀποθανόντας πάντας ὑπ’ ἑωυτῶν θάψαι τὸν δῆμον τῶν Κιμμερίων παρὰ ποταμὸν Τύρην ʹκαί σφεων ἔτι δῆλος ἐστὶ τάφοσ̓ , θάψαντας δὲ οὕτω τὴν ἔξοδον ἐκ τῆς χώρης ποιέεσθαι · Σκύθας δὲ ἐπελθόντας λαβεῖν τὴν χώρην ἐρήμην .
4.12 καὶ νῦν ἔστι μὲν ἐν τῇ Σκυθικῇ Κιμμέρια τείχεα , ἔστι δὲ πορθμήια Κιμμέρια , ἔστι δὲ καὶ χωρῇ οὔνομα Κιμμερίη , ἔστι δὲ Βόσπορος Κιμμέριος καλεόμενος ·