4.9 ʹ ἐπεὰν ἀνδρωθέντας ἴδῃ τοὺς παῖδας , τάδε ποιεῦσα οὐκ ἂν ἁμαρτάνοις · τὸν μὲν ἂν ὁρᾷς αὐτῶν τόδε τὸ τόξον ὧδε διατεινόμενον καὶ τῳ ζωστῆρι τῷδε κατὰ τάδε ζωννύμενον , τοῦτον μὲν τῆσδε τῆς χώρης οἰκήτορα ποιεῦ · ὃς δ’ ἂν τούτων τῶν ἔργων τῶν ἐντέλλομαι λείπηται , ἔκπεμπε ἐκ τῆς χώρης . καὶ ταῦτα ποιεῦσα αὐτή τε εὐφρανέαι καὶ τὰ ἐντεταλμένα ποιήσεις . ʹ
4.10 τὸν μὲν δὴ εἰρύσαντα τῶν τόξων τὸ ἕτερον ʹδύο γὰρ δὴ φορέειν τέως Ἡρακλέἀ καὶ τὸν ζωστῆρα προδέξαντα , παραδοῦναι τὸ τόξον τε καὶ τὸν ζωστῆρα ἔχοντα ἐπ’ ἄκρης τῆς συμβολῆς φιάλην χρυσέην , δόντα δὲ ἀπαλλάσσεσθαι . τὴν δ’ , ἐπεὶ οἱ γενομένους τοὺς παῖδας ἀνδρωθῆναι , τοῦτο μὲν σφι οὐνόματα θέσθαι , τῷ μὲν Ἀγάθυρσον αὐτῶν , τῷ δ’ ἑπομένῳ Γελωνόν , Σκύθην δὲ τῷ νεωτάτῳ , τοῦτο δὲ τῆς ἐπιστολῆς μεμνημένην αὐτὴν ποιῆσαι τά ἐντεταλμένα . καὶ δὴ δύο μὲν οἱ τῶν παίδων , τόν τε Ἀγάθυρσον καὶ τὸν Γελωνόν , οὐκ οἵους τε γενομένους ἐξικέσθαι πρὸς τὸν προκείμενον ἄεθλον , οἴχεσθαι ἐκ τῆς χώρης ἐκβληθέντας ὑπὸ τῆς γειναμένης , τὸν δὲ νεώτατον αὐτῶν Σκύθην ἐπιτελέσαντα καταμεῖναι ἐν τῇ χωρῇ . καὶ ἀπὸ μὲν Σκύθεω τοῦ Ἡρακλέος γενέσθαι τοὺς αἰεὶ βασιλέας γινομένους Σκυθέων , ἀπὸ δὲ τῆς φιάλης ἔτι καὶ ἐς τόδε φιάλας ἐκ τῶν ζωστήρων φορέειν Σκύθας · τὸ δὴ μοῦνον μηχανήσασθαι τὴν μητέρα Σκύθῃ . ταῦτα δὲ Ἑλλήνων οἱ τὸν Πόντον οἰκέοντες λέγουσι .