4.8 ἐνθεῦτεν τόν Ἡρακλέα ἀπικέσθαι ἐς τὴν νῦν Σκυθίην χώρην καλεομένην , καὶ καταλαβεῖν γὰρ αὐτὸν χειμῶνα τε καὶ κρυμὸν , ἐπειρυσάμενον τὴν λεοντέην κατυπνῶσαι , τὰς δὲ οἱ ἵππους τὰς ὑπὸ τοῦ ἅρματος νεμομένας ἐν τούτῳ τῳ χρόνῳ ἀφανισθῆναι θείη τύχῃ .
4.9 ὥς δ’ ἐγερθῆναι τὸν Ἡρακλέα , δίζησθαι , πάντα δὲ τῆς χώρης ἐπεξελθόντα τέλος ἀπικέσθαι ἐς τὴν Ὑλαίην καλεομένην γῆν · ἐνθαῦτα δὲ αὐτὸν εὑρεῖν ἐν ἄντρῳ μιξοπάρθενον τινά , ἔχιδναν διφυέα , τῆς τὰ μὲν ἄνω ἀπὸ τῶν γλουτῶν εἶναι γυναικός , τὰ δὲ ἔνερθε ὄφιος . ἰδόντα δὲ καὶ θωμάσαντα ἐπειρέσθαι μιν εἴ κου ἴδοι ἵππους πλανωμένας · τὴν δὲ φάναι ἑωυτήν ἔχειν καὶ οὐκ ἀποδώσειν ἐκείνῳ πρὶν οἱ μιχθῇ · τό δὲ Ἡρακλέα μιχθῆναι ἐπὶ τῷ μισθῷ τούτῳ . κείνην τε δὴ ὑπερβάλλεσθαι τὴν ἀπόδοσιν τῶν ἵππων , βουλομένην ὡς πλεῖστον χρόνον συνεῖναι τῷ Ἡρακλεῖ , καὶ τὸν κομισάμενον ἐθέλειν ἀπαλλάσσεσθαι · τέλος δὲ ἀποδιδοῦσαν αὐτὴν εἰπεῖν Ἵππους μὲν δὴ ταύτας ἀπικομένας ἐνθάδε ἔσωσα τοὶ ἐγώ , σῶστρά τε σὺ παρέσχες · ἐγὼ γὰρ ἐκ σεῦ τρεῖς παῖδας ἔχω . τούτους , ἐπεὰν γένωνται τρόφιες , τι χρὴ ποιέειν , ἐξηγέο σύ , εἴτε αὐτοῦ κατοικίζω ʹχώρης γὰρ τῆσδε ἔχω τὸ κράτος αὕτἠ εἴτε ἀποπέμπω παρὰ σέ . τὴν μὲν δὴ ταῦτα ἐπειρωτᾶν , τὸν δὲ λέγουσι πρὸς ταῦτα εἰπεῖν