4.7 γεγονέναι μέν νυν σφέας ὧδε λέγουσι οἱ Σκύθαι , ἔτεα δὲ σφίσι ἐπείτε γεγόνασι τὰ σύμπαντα λέγουσι εἶναι ἀπὸ τοῦ πρώτου βασιλέος Ταργιτάου ἐς τὴν Δαρείου διάβασιν τὴν ἐπὶ σφέας χιλίων οὐ πλέω ἀλλὰ τοσαῦτα . τὸν δὲ χρυσόν τοῦτον τὸν ἱρὸν φυλάσσουσι οἱ βασιλέες ἐς τὰ μάλιστα , καὶ θυσίῃσι μεγάλῃσι ἱλασκόμενοι μετέρχονται ἀνὰ πᾶν ἔτος . ὃς δ’ ἂν ἔχων τὸν χρυσὸν τὸν ἱρὸν ἐν τῇ ὁρτῇ ὑπαίθριος κατακοιμηθῇ , οὗτος λέγεται ὑπὸ Σκυθέων οὐ διενιαυτίζειν . δίδοσθαι δέ οἱ διὰ τοῦτο ὅσα ἂν ἵππω ἐν ἡμέρῃ μιῇ περιελάσῃ αὐτὸς . τῆς δὲ χώρης ἐούσης μεγάλης τριφασίας τὰς βασιληίας τοῖσι παισὶ τοῖσι ἑωυτοῦ καταστήσασθαι Κολάξαιν , καὶ τουτέων μίαν ποιῆσαι μεγίστην , ἐν τῇ τὸν χρυσὸν φυλάσσεσθαι . τὰ δὲ κατύπερθε πρὸς βορέην λέγουσι ἄνεμον τῶν ὑπεροίκων τῆς χώρης οὐκ οἷὰ τε εἶναι ἔτι προσωτέρω οὔτε ὁρᾶν οὔτε διεξιέναι ὑπὸ πτερῶν κεχυμένων · πτερῶν γὰρ καὶ τήν γῆν καὶ τὸν ἠέρα εἶναι πλέον , καὶ ταῦτα εἶναι τὰ ἀποκληίοντα τὴν ὄψιν .
4.8 Σκύθαι μὲν ὧδε ὕπερ σφέων τε αὐτῶν καὶ τῆς χώρης τῆς κατύπερθε λέγουσι , Ἑλλήνων δὲ οἱ τὸν Πόντον οἰκέοντες ὧδε . Ἡρακλέα ἐλαύνοντα τὰς Γηρυόνεω βοῦς ἀπικέσθαι ἐς γῆν ταύτην ἐοῦσαν ἐρήμην , ἥντινα νῦν Σκύθαι νέμονται . Γηρυόνεα δὲ οἰκέειν ἔξω τοῦ Πόντου , κατοικημένον τὴν Ἕλληνές λέγουσι Ἐρύθειαν νῆσον τὴν πρὸς Γαδείροισι τοῖσι ἔξω Ἡρακλέων στηλέων ἐπὶ τῷ Ὠκεανῷ . τὸν δὲ Ὠκεανὸν λόγῳ μὲν λέγουσι ἀπὸ ἡλίου ἀνατολέων ἀρξάμενον γῆν περὶ πᾶσαν ῥέειν , ἔργῳ δὲ οὐκ ἀποδεικνῦσι .