4.5 ὣς δὲ Σκύθαι λέγουσι , νεώτατον πάντων ἐθνέων εἶναι τὸ σφέτερον , τοῦτο δὲ γενέσθαι ὧδε . ἄνδρα γενέσθαι πρῶτον ἐν τῇ γῆ ταύτῃ ἐούσῃ ἐρήμῳ τῳ οὔνομα εἶναι Ταργιτάον · τοῦ δὲ Ταργιτάου τούτου τοὺς τοκέας λέγουσι εἶναι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , λέγουσι δ’ ὦν , Δία τε καὶ Βορυσθένεος τοῦ ποταμοῦ θυγατέρα . γένεος μὲν τοιούτου δὴ τινος γενέσθαι τὸν Ταργιτάον , τούτου δὲ γενέσθαι παῖδας τρεῖς , Λιπόξαϊν καὶ Ἀρπόξαϊν καὶ νεώτατον Κολάξαιν . ἐπὶ τούτων ἀρχόντων ἐκ τοῦ οὐρανοῦ φερομένα χρύσεα ποιήματα , ἄροτρόν τε καὶ ζυγόν καὶ σάγαριν καὶ φιάλην , πεσεῖν ἐς τὴν Σκυθικήν · καὶ τῶν ἰδόντα πρῶτον τὸν πρεσβύτατον ἆσσον ἰέναι βουλόμενον αὐτὰ λαβεῖν , τὸν δὲ χρυσόν ἐπιόντος καίεσθαι . ἀπαλλαχθέντος δὲ τούτου προσιέναι τὸν δεύτερον , καὶ τὸν αὖτις ταὐτὰ ποιέειν . τοὺς μὲν δὴ καιόμενον τὸν χρυσὸν ἀπώσασθαι , τρίτῳ δὲ τῷ νεωτάτῳ ἐπελθόντι κατασβῆναι , καὶ μιν ἐκεῖνον κομίσαι ἐς ἑωυτοῦ · καὶ τοὺς πρεσβυτέρους ἀδελφεοὺς πρὸς ταῦτα συγγνόντας τὴν βασιληίην πᾶσαν παραδοῦναι τῷ νεωτάτῳ .
4.6 ἀπὸ μὲν δὴ Λιποξάιος γεγονέναι τούτους τῶν Σκυθέων οἳ Αὐχάται γένος καλέονται , ἀπὸ δὲ τοῦ μέσου Ἀρποξάιος οἳ Κατίαροί τε καὶ Τράσπιες καλέονται , ἀπὸ δὲ τοῦ νεωτάτου αὐτῶν τοῦ βασιλέος οἳ καλέονται Παραλάται · σύμπασι δὲ εἶναι οὔνομα Σκολότους , τοῦ βασιλέος ἐπωνυμίην . Σκύθας δὲ Ἕλληνες ὠνόμασαν .