4.3 ἐκ τούτων δὴ ὦν σφι τῶν δούλων καὶ τῶν γυναικῶν ἐτράφη νεότης · οἳ ἐπείτε ἔμαθον τὴν σφετέρην γένεσιν , ἠντιοῦντο αὐτοῖσι κατιοῦσι ἐκ τῶν Μήδων . καὶ πρῶτα μὲν τὴν χώρην ἀπετάμοντο , τάφρον ὀρυξάμενοι εὐρέαν κατατείνουσαν ἐκ τῶν Ταυρικῶν ὀρέων ἐς τὴν Μαιῆτιν λίμνην , τῇ περ ἐστὶ μεγίστη · μετά γε πειρωμένοισι ἐσβάλλειν τοῖσι Σκύθῃσι ἀντικατιζόμενοι ἐμάχοντο . γινομένης δὲ μάχης πολλάκις καί οὐ δυναμένων οὐδὲν πλέον ἔχειν τῶν Σκυθέων τῇ μάχῃ , εἷς αὐτῶν ἔλεξε τάδε . ʹ οἷα ποιεῦμεν , ἄνδρες Σκύθαι · δούλοισι τοῖσι ἡμετέροισι μαχόμενοι αὐτοί τε κτεινόμενοι ἐλάσσονες γινόμεθα καὶ ἐκείνους κτείνοντες ἐλασσόνων τὸ λοιπὸν ἄρξομεν . νῦν ὦν μοι δοκέει αἰχμὰς μὲν καὶ τόξα μετεῖναι , λαβόντα δὲ ἕκαστον τοῦ ἵππου τὴν μάστιγα ἰέναι ἆσσον αὐτῶν . μέχρι μὲν γὰρ ὥρων ἡμέας ὅπλα ἔχοντας , οἳ δὲ ἐνόμιζον ὅμοιοί τε καί ἐξ ὁμοίων ἡμῖν εἶναι · ἐπεὰν δὲ ἴδωνται μάστιγας ἀντὶ ὅπλων ἔχοντας , μαθόντες ὡς εἰσὶ ἡμέτεροι δοῦλοι καὶ συγγνόντες τοῦτο . οὐκ ὑπομενέουσι . ʹ
4.4 ταῦτα ἀκούσαντες οἱ Σκύθαι ἐποίευν ἐπιτελέα · οἳ δὲ ἐκπλαγέντες τῷ γινομένῳ τῆς μάχης τε ἐπελάθοντο καὶ ἔφευγον . οὕτω οἱ Σκύθαι τῆς τε Ἀσίης ἧρξαν καὶ ἐξελασθέντες αὖτις ὑπὸ Μήδων κατῆλθον τρόπῳ τοιούτῳ ἐς τὴν σφετέρην . τῶνδε εἵνεκα Δαρεῖυς τίσασθαι βουλόμενος συνήγειρε ἐπ’ αὐτοὺς στράτευμα .