4.1 μετὰ δὲ τὴν Βαβυλῶνος αἵρεσιν ἐγένετο ἐπὶ Σκύθας αὐτοῦ Δαρείου ἔλασις · ἀνθεύσης γὰρ τῆς Ἀσίης ἀνδράσι καὶ χρημάτων μεγάλων συνιόντων , ἐπεθύμησε Δαρεῖος τίσασθαι Σκύθας , ὅτι ἐκεῖνοι πρότεροι ἐσβαλόντες ἐς τὴν Μηδικὴν καὶ νικήσαντες μάχῃ τοὺς ἀντιουμένους ὑπῆρξαν ἀδικίης . τῆς γὰρ ἄνω Ἀσίης ἦρξαν , ὡς καὶ πρότερον μοι εἴρηται , Σκύθαι ἔτεα δυῶν δέοντα τριήκοντα . Κιμμερίους γὰρ ἐπιδιώκοντες ἐσέβαλον ἐς τὴν Ἀσίην , καταπαύσαντες τῆς ἀρχῆς Μήδους · οὗτοι γὰρ πρὶν Σκύθας ἀπικέσθαι ἦρχον τῆς Ἀσίης . τοὺς δὲ Σκύθας ἀποδημήσαντας ὀκτὼ καὶ εἴκοσι ἔτεα καὶ διὰ χρόνου τοσούτου κατιόντας ἐς τὴν σφετέρην ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ · εὗρον γὰρ ἀντιουμένην σφίσι στρατιήν οὐκ ὀλίγην . αἱ γὰρ τῶν Σκυθέων γυναῖκες , ὥς σφι οἱ ἄνδρες ἀπῆσαν χρόνον πολλόν , ἐφοίτεον παρὰ τοὺς δούλους .
4.2 τοὺς δὲ δούλους οἱ Σκύθαι πάντας τυφλοῦσι τοῦ γάλακτος εἵνεκεν τοῦ πίνουσι ποιεῦντες ὧδε . ἐπεάν φυσητῆρας λάβωσι ὀστεΐνους αὐλοῖσι προσεμφερεστάτους , τούτους ἐσθέντες ἐς τῶν θηλέων ἵππων τά ἄρθρα φυσῶσι τοῖσι στόμασι , ἄλλοι δὲ ἄλλων φυσώντων ἀμέλγουσι . φασὶ δὲ τοῦδε εἵνεκα τοῦτο ποιέειν · τὰς φλέβας τε πίμπλασθαι φυσωμένας τῆς ἵππου καὶ τὸ οὖθαρ κατίεσθαι . ἐπεὰν δὲ ἀμέλξωσι τὸ γάλα , ἐσχέαντες ἐς ξύλινα ἀγγήια κοῖλα καὶ περιστίξαντες κατὰ τὰ ἀγγήια τοὺς τυφλοὺς δονέουσι τὸ γάλα , καὶ τὸ μὲν αὐτοῦ ἐπιστάμενον ἀπαρύσαντες ἡγεῦνται εἶναι τιμιώτερον , τό δ’ ὑπιστάμενον ἧσσον τοῦ ἑτέρου . τούτων μὲν εἵνεκα ἅπαντα τὸν ἂν λάβωσι οἱ Σκύθαι ἐκτυφλοῦσι . οὐ γὰρ ἀρόται εἰσὶ ἀλλὰ νομάδες .