3.159 ὡς δ’ ἕξουσι γυναῖκας οἱ Βαβυλώνιοι ἵνα σφι γενεὴ ὑπογίνηται , τάδε Δαρεῖος προϊδὼν ἐποίησε · τὰς γὰρ ἑωυτῶν , ὡς καὶ κατ’ ἀρχὰς δεδήλωται , ἀπέπνιξαν οἱ Βαβυλώνιοι τοῦ σίτου προορέοντες · ἐπέταξε τοῖσι περιοίκοισι ἔθνεσι γυναῖκας ἐς Βαβυλῶνα κατιστάναι , ὅσας δὴ ἑκάστοισι ἐπιτάσσων , ὥστε πέντε μυριάδων τὸ κεφαλαίωμα τῶν γυναικῶν συνῆλθε · ἐκ τουτέων δὲ τῶν γυναικῶν οἱ νῦν Βαβυλώνιοι γεγόνασι .
3.160 Ζωπύρου δὲ οὐδεὶς ἀγαθοεργίην Περσέων ὑπερεβάλετο παρὰ Δαρείῳ κριτῇ οὔτε τῶν ὕστερον γενομένων οὔτε τῶν πρότερον , ὅτι μὴ Κῦρος μοῦνος · τούτῳ γὰρ οὐδεὶς Περσέων ἠξίωσέ κω ἑωυτὸν συμβαλεῖν . πολλάκις δὲ Δαρεῖον λέγεται γνώμην τήνδε ἀποδέξασθαι , ὡς βούλοιτο ἂν Ζώπυρον εἶναι ἀπαθέα τῆς ἀεικείης μᾶλλον Βαβυλῶνάς οἱ εἴκοσι πρὸς τῇ ἐούσῃ προσγενέσθαι . ἐτίμησε δέ μιν μεγάλως · καὶ γὰρ δῶρά οἱ ἀνὰ πᾶν ἔτος ἐδίδου ταῦτα τὰ Πέρσῃσι ἐστὶ τιμιώτατα , καὶ τὴν Βαβυλῶνά οἱ ἔδωκε ἀτελέα νέμεσθαι μέχρι τῆς ἐκείνου ζόης , καὶ ἄλλα πολλὰ ἐπέδωκε . Ζωπύρου δὲ τούτου γίνεται Μεγάβυζος , ὃς ἐν Αἰγύπτῳ ἀντία Ἀθηναίων καὶ τῶν συμμάχων ἐστρατήγησε · Μεγαβύζου δὲ τούτου γίνεται Ζώπυρος , ὃς ἐς Ἀθήνας ηὐτομόλησε ἐκ Περσέων .