3.157 μαθόντες δέ μιν οἱ Βαβυλώνιοι τοῖσι ἔπεσι τὰ ἔργα παρεχόμενον ὅμοια , πάγχυ περιχαρέες ἐόντες πᾶν δὴ ἕτοιμοι ἦσαν ὑπηρετέειν . δὲ διαλιπὼν ἡμέρας τὰς συγκειμένας , αὖτις ἐπιλεξάμενος τῶν Βαβυλωνίων ἐξήγαγε καὶ κατεφόνευσε τῶν Δαρείου στρατιωτέων τοὺς δισχιλίους . ἰδόντες δὲ καὶ τοῦτο τὸ ἔργον οἱ Βαβυλώνιοι πάντες Ζώπυρον εἶχον ἐν στόμασι αἰνέοντες . δὲ αὖτις διαλιπὼν τὰς συγκειμένας ἡμέρας ἐξήγαγε ἐς τὸ προειρημένον , καὶ κυκλωσάμενος κατεφόνευσε τοὺς τετρακισχιλίους . ὡς δὲ καὶ τοῦτο κατέργαστο , πάντα δὴ ἦν ἐν τοῖσι Βαβυλωνίοισι Ζώπυρος , καὶ στρατάρχης τε οὗτός σφι καὶ τειχοφύλαξ ἀπεδέδεκτο .
3.158 προσβολὴν δὲ Δαρείου κατὰ τὰ συγκείμενα ποιευμένου πέριξ τὸ τεῖχος , ἐνθαῦτα δὴ πάντα τὸν δόλον Ζώπυρος ἐξέφαινε . οἱ μὲν γὰρ Βαβυλώνιοι ἀναβάντες ἐπὶ τὸ τεῖχος ἠμύνοντο τὴν Δαρείου στρατιὴν προσβάλλουσαν , δὲ Ζώπυρος τάς τε Κισσίας καὶ Βηλίδας καλεομένας πύλας ἀναπετάσας ἐσῆκε τοὺς Πέρσας ἐς τὸ τεῖχος . τῶν δὲ Βαβυλωνίων οἳ μὲν εἶδον τὸ ποιηθέν , οὗτοι μὲν ἔφευγον ἐς τοῦ Διὸς τοῦ Βήλου τὸ ἱρόν · οἳ δὲ οὐκ εἶδον , ἔμενον ἐν τῇ ἑωυτοῦ τάξι ἕκαστος , ἐς δὴ καὶ οὗτοι ἔμαθον προδεδομένοι .
3.159 Βαβυλὼν μέν νυν οὕτω τὸ δεύτερον αἱρέθη . Δαρεῖος δὲ ἐπείτε ἐκράτησε τῶν Βαβυλωνίων , τοῦτο μὲν σφέων τὸ τεῖχος περιεῖλε καὶ τὰς πύλας πάσας ἀπέσπασε · τὸ γὰρ πρότερον ἑλὼν Κῦρος τὴν Βαβυλῶνα ἐποίησε τούτων οὐδέτερον · τοῦτο δὲ Δαρεῖος τῶν ἀνδρῶν τοὺς κορυφαίους μάλιστα ἐς τρισχιλίους ἀνεσκολόπισε , τοῖσι δὲ λοιποῖσι Βαβυλωνίοισι ἀπέδωκε τὴν πόλιν οἰκέειν .