3.156 ταῦτα ἐντειλάμενος ἤιε ἐπὶ τὰς πύλας , ἐπιστρεφόμενος ὡς δὴ ἀληθέως αὐτόμολος . ὁρῶντες δὲ ἀπὸ τῶν πύργων οἱ κατὰ τοῦτο τεταγμένοι κατέτρεχον κάτω καὶ ὀλίγον τι παρακλίναντες τὴν ἑτέρην πύλην εἰρώτων τίς τε εἴη καὶ ὅτευ δεόμενος ἥκοι . δέ σφι ἠγόρευε ὡς εἴη τε Ζώπυρος καὶ αὐτομολέοι ἐς ἐκείνους . ἦγον δή μιν οἱ πυλουροί , ταῦτα ὡς ἤκουσαν , ἐπὶ τὰ κοινὰ τῶν Βαβυλωνίων · καταστὰς δὲ ἐπ’ αὐτὰ κατοικτίζετο , φὰς ὑπὸ Δαρείου πεπονθέναι τὰ ἐπεπόνθεε ὑπ’ ἑωυτοῦ , παθεῖν δὲ ταῦτα διότι συμβουλεῦσαι οἱ ἀπανιστάναι τὴν στρατιήν , ἐπείτε δὴ οὐδεὶς πόρος ἐφαίνετο τῆς ἁλώσιος . ʹ νῦν τε ʹ ἔφη λέγων ʹ ἐγὼ ὑμῖν Βαβυλώνιοι ἥκω μέγιστον ἀγαθόν , Δαρείῳ δὲ καὶ τῇ στρατιῇ καὶ Πέρσῃσι μέγιστον κακόν · οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβησάμενος καταπροΐξεται · ἐπίσταμαι δ’ αὐτοῦ πάσας τὰς διεξόδους τῶν βουλευμάτων . ʹ τοιαῦτα ἔλεγε .
3.157 οἳ δὲ Βαβυλώνιοι ὁρῶντες ἄνδρα τὸν ἐν Πέρσῃσι δοκιμώτατον ῥινός τε καὶ ὤτων ἐστερημένον , μάστιξί τε καὶ αἵματι ἀναπεφυρμένον , πάγχυ ἐλπίσαντες λέγειν μιν ἀληθέα καί σφι ἥκειν σύμμαχον , ἐπιτρέπεσθαι ἕτοιμοι ἦσαν τῶν ἐδέετο σφέων · ἐδέετο δὲ στρατιῆς . δὲ ἐπείτε αὐτῶν τοῦτο παρέλαβε , ἐποίεε τά περ τῷ Δαρείῳ συνεθήκατο · ἐξαγαγὼν γὰρ τῇ δεκάτῃ ἡμέρῃ τὴν στρατιὴν τῶν Βαβυλωνίων καὶ κυκλωσάμενος τοὺς χιλίους , τοὺς πρώτους ἐνετείλατο Δαρείῳ τάξαι , τούτους κατεφόνευσε .