3.155 δὲ εἶπε ʹ εἰ μέν τοι ὑπερετίθεα τὰ ἔμελλον ποιήσειν , οὐκ ἄν με περιεῖδες · νῦν δ’ ἐπ’ ἐμεωυτοῦ βαλόμενος ἔπρηξα . ἤδη ὦν ἢν μὴ τῶν σῶν δεήσῃ , αἱρέομεν Βαβυλῶνα . ἐγὼ μὲν γὰρ ὡς ἔχω αὐτομολήσω ἐς τὸ τεῖχος καὶ φήσω πρὸς αὐτοὺς ὡς ὑπὸ σεῦ τάδε ἔπαθον · καὶ δοκέω , πείσας σφέας ταῦτα ἔχειν οὕτω , τεύξεσθαι στρατιῆς . σὺ δέ , ἀπ’ ἧς ἂν ἡμέρης ἐγὼ ἐσέλθω ἐς τὸ τεῖχος , ἀπὸ ταύτης ἐς δεκάτην ἡμέρην τῆς σεωυτοῦ στρατιῆς , τῆς οὐδεμία ἔσται ὤρη ἀπολλυμένης , ταύτης χιλίους τάξον κατὰ τὰς Σεμιράμιος καλεομένας πύλας · μετὰ δὲ αὖτις ἀπὸ τῆς δεκάτης ἐς ἑβδόμην ἄλλους μοι τάξον δισχιλίους κατὰ τὰς Νινίων καλεομένας πύλας · ἀπὸ δὲ τῆς ἑβδόμης διαλείπειν εἴκοσι ἡμέρας , καὶ ἔπειτα ἄλλους κάτισον ἀγαγὼν κατὰ τὰς Χαλδαίων καλεομένας πύλας , τετρακισχιλίους . ἐχόντων δὲ μήτε οἱ πρότεροι μηδὲν τῶν ἀμυνεύντων μήτε οὗτοι , πλὴν ἐγχειριδίων · τοῦτο δὲ ἐᾶν ἔχειν . μετὰ δὲ τὴν εἰκοστὴν ἡμέρην ἰθέως τὴν μὲν ἄλλην στρατιὴν κελεύειν πέριξ προσβάλλειν πρὸς τὸ τεῖχος , Πέρσας δέ μοι τάξον κατά τε τὰς Βηλίδας καλεομένας καὶ Κισσίας πύλας . ὡς γὰρ ἐγὼ δοκέω , ἐμέο μεγάλα ἔργα ἀποδεξαμένου , τά τε ἄλλα ἐπιτρέψονται ἐμοὶ Βαβυλώνιοι καὶ δὴ καὶ τῶν πυλέων τὰς βαλανάγρας · τὸ δὲ ἐνθεῦτεν ἐμοί τε καὶ Πέρσῃσι μελήσει τὰ δεῖ ποιέειν . ʹ