3.154 ὡς δέ οἱ ἐδόκεε μόρσιμον εἶναι ἤδη τῇ Βαβυλῶνι ἁλίσκεσθαι , προσελθὼν Δαρείου ἀπεπυνθάνετο εἰ περὶ πολλοῦ κάρτα ποιέεται τὴν Βαβυλῶνα ἑλεῖν . πυθόμενος δὲ ὡς πολλοῦ τιμῷτο , ἄλλο ἐβουλεύετο , ὅκως αὐτός τε ἔσται ἑλὼν αὐτὴν καὶ ἑωυτοῦ τὸ ἔργον ἔσται · κάρτα γὰρ ἐν τοῖσι Πέρσῃσι αἱ ἀγαθοεργίαι ἐς τὸ πρόσω μεγάθεος τιμῶνται . ἄλλῳ μέν νυν οὐκ ἐφράζετο ἔργῳ δυνατὸς εἶναί μιν ὑποχειρίην ποιῆσαι , εἰ δ’ ἑωυτὸν λωβησάμενος αὐτομολήσειε ἐς αὐτούς . ἐνθαῦτα ἐν ἐλαφρῷ ποιησάμενος ἑωυτὸν λωβᾶται λώβην ἀνήκεστον · ἀποταμὼν γὰρ ἑωυτοῦ τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν κόμην κακῶς περικείρας καὶ μαστιγώσας ἦλθε παρὰ Δαρεῖον .
3.155 Δαρεῖος δὲ κάρτα βαρέως ἤνεικε ἰδὼν ἄνδρα δοκιμώτατον λελωβημένον , ἔκ τε τοῦ θρόνου ἀναπηδήσας ἀνέβωσέ τε καὶ εἴρετό μιν ὅστις εἴη λωβησάμενος καὶ τι ποιήσαντα . δὲ εἶπε ʹ οὐκ ἔστι οὗτος ὡνήρ , ὅτι μὴ σύ , τῷ ἐστὶ δύναμις τοσαύτη ἐμὲ δὴ ὧδε διαθεῖναι · οὐδέ τις ἀλλοτρίων βασιλεῦ τάδε ἔργασται , ἀλλ’ αὐτὸς ἐγὼ ἐμεωυτόν , δεινόν τι ποιεύμενος Ἀσσυρίους Πέρσῃσι καταγελᾶν . ʹ δ’ ἀμείβετο ʹ σχετλιώτατε ἀνδρῶν , ἔργῳ τῷ αἰσχίστῳ οὔνομα τὸ κάλλιστον ἔθευ , φὰς διὰ τοὺς πολιορκεομένους σεωυτὸν ἀνηκέστως διαθεῖναι . τί δ’ , μάταιε , λελωβημένου σεῦ θᾶσσον οἱ πολέμιοι παραστήσονται ; κῶς οὐκ ἐξέπλωσας τῶν φρενῶν σεωυτὸν διαφθείρας ; ʹ