3.151 ʹ τί κάτησθε Πέρσαι ἐνθαῦτα , ἀλλ’ οὐκ ἀπαλλάσσεσθε ; τότε γὰρ αἱρήσετε ἡμέας , ἐπεὰν ἡμίονοι τέκωσι . ʹ τοῦτο εἶπε τῶν τις Βαβυλωνίων οὐδαμὰ ἐλπίζων ἂν ἡμίονον τεκεῖν .
3.152 ἑπτὰ δὲ μηνῶν καὶ ἐνιαυτοῦ διεληλυθότος ἤδη Δαρεῖός τε ἤσχαλλε καὶ στρατιὴ πᾶσα οὐ δυνατὴ ἐοῦσα ἑλεῖν τοὺς Βαβυλωνίους . καίτοι πάντα σοφίσματα καὶ πάσας μηχανὰς ἐπεποιήκεε ἐς αὐτοὺς Δαρεῖος · ἀλλ’ οὐδ’ ὣς ἐδύνατο ἑλεῖν σφεας , ἄλλοισί τε σοφίσμασι πειρησάμενος , καὶ δὴ καὶ τῷ Κῦρος εἷλε σφέας , καὶ τούτῳ ἐπειρήθη . ἀλλὰ γὰρ δεινῶς ἦσαν ἐν φυλακῇσι οἱ Βαβυλώνιοι , οὐδὲ σφέας οἷός τε ἦν ἑλεῖν .
3.153 ἐνθαῦτα εἰκοστῷ μηνὶ Ζωπύρῳ τῷ Μεγαβύζου , τούτου ὃς τῶν ἑπτὰ ἀνδρῶν ἐγένετο τῶν τὸν Μάγον κατελόντων , τούτῳ τῷ Μεγαβύζου παιδὶ Ζωπύρῳ ἐγένετο τέρας τόδε · τῶν οἱ σιτοφόρων ἡμιόνων μία ἔτεκε . ὡς δέ οἱ ἐξαγγέλθη καὶ ὑπὸ ἀπιστίης αὐτὸς Ζώπυρος εἶδε τὸ βρέφος , ἀπείπας τοῖσι ἰδοῦσι μηδενὶ φράζειν τὸ γεγονὸς ἐβουλεύετο . καί οἱ πρὸς τὰ τοῦ Βαβυλωνίου ῥήματα , ὃς κατ’ ἀρχὰς ἔφησε , ἐπεάν περ ἡμίονοι τέκωσι , τότε τὸ τεῖχος ἁλώσεσθαι , πρὸς ταύτην τὴν φήμην Ζωπύρῳ ἐδόκεε εἶναι ἁλώσιμος Βαβυλών · σὺν γὰρ θεῷ ἐκεῖνόν τε εἰπεῖν καὶ ἑωυτῷ τεκεῖν τὴν ἡμίονον .