3.148 τοῦτο καὶ δὶς καὶ τρὶς εἴπαντος Μαιανδρίου Κλεομένης δικαιότατος ἀνδρῶν γίνεται , ὃς λαβεῖν μὲν διδόμενα οὐκ ἐδικαίου , μαθὼν δὲ ὡς ἄλλοισι διδοὺς τῶν ἀστῶν εὑρήσεται τιμωρίην , βὰς ἐπὶ τοὺς ἐφόρους ἄμεινον εἶναι ἔφη τῇ Σπάρτῃ τὸν ξεῖνον τὸν Σάμιον ἀπαλλάσσεσθαι ἐκ τῆς Πελοποννήσου , ἵνα μὴ ἀναπείσῃ αὐτὸν ἄλλον τινὰ Σπαρτιητέων κακὸν γενέσθαι . οἳ δ’ ὑπακούσαντες ἐξεκήρυξαν Μαιάνδριον .
3.149 τὴν δὲ Σάμον [ σαγηνεύσαντες ] οἱ Πέρσαι παρέδοσαν Συλοσῶντι ἔρημον ἐοῦσαν ἀνδρῶν . ὑστέρῳ μέντοι χρόνῳ καὶ συγκατοίκισε αὐτὴν στρατηγὸς Ὀτάνης ἔκ τε ὄψιος ὀνείρου καὶ νούσου μιν κατέλαβε νοσῆσαι τὰ αἰδοῖα .
3.150 ἐπὶ δὲ Σάμον στρατεύματος ναυτικοῦ οἰχομένου Βαβυλώνιοι ἀπέστησαν , κάρτα εὖ παρεσκευασμένοι · ἐν ὅσῳ γὰρ τε Μάγος ἦρχε καὶ οἱ ἑπτὰ ἐπανέστησαν , ἐν τούτῳ παντὶ τῷ χρόνῳ καὶ τῇ ταραχῇ ἐς τὴν πολιορκίην παρεσκευάζοντο . καί κως ταῦτα ποιεῦντες ἐλάνθανον . ἐπείτε δὲ ἐκ τοῦ ἐμφανέος ἀπέστησαν , ἐποίησαν τοιόνδε · τὰς μητέρας ἐξελόντες , γυναῖκα ἕκαστος μίαν προσεξαιρέετο τὴν ἐβούλετο ἐκ τῶν ἑωυτοῦ οἰκίων , τὰς δὲ λοιπὰς ἁπάσας συναγαγόντες ἀπέπνιξαν · τὴν δὲ μίαν ἕκαστος σιτοποιὸν ἐξαιρέετο · ἀπέπνιξαν δὲ αὐτάς , ἵνα μή σφεων τὸν σῖτον ἀναισιμώσωσι .
3.151 πυθόμενος δὲ ταῦτα Δαρεῖος καὶ συλλέξας πᾶσαν τὴν ἑωυτοῦ δύναμιν ἐστρατεύετο ἐπ’ αὐτούς , ἐπελάσας δὲ ἐπὶ τὴν Βαβυλῶνα ἐπολιόρκεε φροντίζοντας οὐδὲν τῆς πολιορκίης . ἀναβαίνοντες γὰρ ἐπὶ τοὺς προμαχεῶνας τοῦ τείχεος οἱ Βαβυλώνιοι κατωρχέοντο καὶ κατέσκωπτον Δαρεῖον καὶ τὴν στρατιὴν αὐτοῦ , καί τις αὐτῶν εἶπε τοῦτο τὸ ἔπος .