3.146 καὶ οὗτοι μὲν ταῦτα ἐποίευν , δὲ ἄλλη στρατιὴ Περσικὴ ἐπεβοήθεε · πιεζεύμενοι δὲ οἱ ἐπίκουροι ὀπίσω κατειλήθησαν ἐς τὴν ἀκρόπολιν .
3.147 Ὀτάνης δὲ στρατηγὸς ἰδὼν πάθος μέγα Πέρσας πεπονθότας , ἐντολὰς μὲν τὰς Δαρεῖός οἱ ἀποστέλλων ἐνετέλλετο , μήτε κτείνειν μηδένα Σαμίων μήτε ἀνδραποδίζεσθαι ἀπαθέα τε κακῶν ἀποδοῦναι τὴν νῆσον Συλοσῶντι , τουτέων μὲν τῶν ἐντολέων μεμνημένος ἐπελανθάνετο , δὲ παρήγγειλε τῇ στρατιῇ πάντα τὸν ἂν λάβωσι καὶ ἄνδρα καὶ παῖδα ὁμοίως κτείνειν . ἐνθαῦτα τῆς στρατιῆς οἳ μὲν τὴν ἀκρόπολιν ἐπολιόρκεον , οἳ δὲ ἔκτεινον πάντα τὸν ἐμποδὼν γινόμενον ὁμοίως ἔν τε ἱρῷ καὶ ἔξω ἱροῦ .
3.148 Μαιάνδριος δὲ ἀποδρὰς ἐκ τῆς Σάμου ἐκπλέει ἐς Λακεδαίμονα · ἀπικόμενος δὲ ἐς αὐτὴν καὶ ἀνενεικάμενος τὰ ἔχων ἐξεχώρησε , ἐποίεε τοιάδε · ὅκως ποτήρια ἀργύρεά τε καὶ χρύσεα προθεῖτο , οἱ μὲν θεράποντες αὐτοῦ ἐξέσμων αὐτά , δ’ ἂν τὸν χρόνον τοῦτον τῷ Κλεομένεϊ τῷ Ἀναξανδρίδεω ἐν λόγοισι ἐών , βασιλεύοντι Σπάρτης , προῆγέ μιν ἐς τὰ οἰκία · ὅκως δὲ ἴδοιτο Κλεομένης τὰ ποτήρια , ἀπεθώμαζέ τε καὶ ἐξεπλήσσετο · δὲ ἂν ἐκέλευε αὐτὸν ἀποφέρεσθαι αὐτῶν ὅσα βούλοιτο .