3.145 ἐπακούσας δὲ Μαιάνδριος λύσαντας αὐτὸν ἐκέλευε ἄγειν παρ’ ἑωυτόν · ὡς δὲ ἄχθη τάχιστα , λοιδορέων τε καὶ κακίζων μιν ἀνέπειθε ἐπιθέσθαι τοῖσι Πέρσῃσι , λέγων τοιάδε . ʹ ἐμὲ μέν , κάκιστε ἀνδρῶν , ἐόντα σεωυτοῦ ἀδελφεὸν καὶ ἀδικήσαντα οὐδὲν ἄξιον δεσμοῦ δήσας γοργύρης ἠξίωσας · ὁρέων δὲ τοὺς Πέρσας ἐκβάλλοντάς τέ σε καὶ ἄνοικον ποιέοντας οὐ τολμᾷς τίσασθαι , οὕτω δή τι ἐόντας εὐπετέας χειρωθῆναι . ἀλλ’ εἴ τοι σὺ σφέας καταρρώδηκας , ἐμοὶ δὸς τοὺς ἐπικούρους , καί σφεας ἐγὼ τιμωρήσομαι τῆς ἐνθάδε ἀπίξιος · αὐτὸν δέ σε ἐκπέμψαι ἐκ τῆς νήσου ἕτοιμος εἰμί . ʹ
3.146 ταῦτα δὲ ἔλεξε Χαρίλεως · Μαιάνδριος δὲ ὑπέλαβε τὸν λόγον , ὡς μὲν ἐγὼ δοκέω , οὐκ ἐς τοῦτο ἀφροσύνης ἀπικόμενος ὡς δόξαι τὴν ἑωυτοῦ δύναμιν περιέσεσθαι τῆς βασιλέος , ἀλλὰ φθονήσας μᾶλλον Συλοσῶντι εἰ ἀπονητὶ ἔμελλε ἀπολάμψεσθαι ἀκέραιον τὴν πόλιν . ἐρεθίσας ὦν τοὺς Πέρσας ἤθελε ὡς ἀσθενέστατα ποιῆσαι τὰ Σάμια πρήγματα καὶ οὕτω παραδιδόναι , εὖ ἐξεπιστάμενος ὡς παθόντες οἱ Πέρσαι κακῶς προσεμπικρανέεσθαι ἔμελλον τοῖσι Σαμίοισι , εἰδώς τε ἑωυτῷ ἀσφαλέα ἔκδυσιν ἐοῦσαν ἐκ τῆς νήσου τότε ἐπεὰν αὐτὸς βούληται · ἐπεποίητο γάρ οἱ κρυπτὴ διῶρυξ ἐκ τῆς ἀκροπόλιος φέρουσα ἐπὶ θάλασσαν . αὐτὸς μὲν δὴ Μαιάνδριος ἐκπλέει ἐκ τῆς Σάμου · τοὺς δ’ ἐπικούρους πάντας ὁπλίσας Χαρίλεως , καὶ ἀναπετάσας τὰς πύλας , ἐξῆκε ἐπὶ τοὺς Πέρσας οὔτε προσδεκομένους τοιοῦτο οὐδὲν δοκέοντάς τε δὴ πάντα συμβεβάναι . ἐμπεσόντες δὲ οἱ ἐπίκουροι τῶν Περσέων τοὺς διφροφορευμένους τε καὶ λόγου πλείστου ἐόντας ἔκτεινον .