3.143 ταῦτα εἶπε ἐὼν ἐν τοῖσι ἀστοῖσι δόκιμος , τῷ οὔνομα ἦν Τελέσαρχος . Μαιάνδριος δὲ νόῳ λαβὼν ὡς εἰ μετήσει τὴν ἀρχήν , ἄλλος τις ἀντ’ αὐτοῦ τύραννος καταστήσεται , οὐδὲν ἔτι ἐν νόῳ εἶχε μετιέναι αὐτήν , ἀλλ’ ὡς ἀνεχώρησε ἐς τὴν ἀκρόπολιν , μεταπεμπόμενος ἕνα ἕκαστον ὡς δὴ λόγον τῶν χρημάτων δώσων , συνέλαβε σφέας καὶ κατέδησε . οἳ μὲν δὴ ἐδεδέατο , Μαιάνδριον δὲ μετὰ ταῦτα κατέλαβε νοῦσος . ἐλπίζων δέ μιν ἀποθανέεσθαι ἀδελφεός , τῷ οὔνομα ἦν Λυκάρητος , ἵνα εὐπετεστέρως κατάσχῃ τὰ ἐν τῇ Σάμῳ πρήγματα , κατακτείνει τοὺς δεσμώτας πάντας · οὐ γὰρ δή , ὡς οἴκασι , ἐβούλοντο εἶναι ἐλεύθεροι .
3.144 ἐπειδὴ ὦν ἀπίκοντο ἐς τὴν Σάμον οἱ Πέρσαι κατάγοντες Συλοσῶντα , οὔτε τίς σφι χεῖρας ἀνταείρεται , ὑπόσπονδοί τε ἔφασαν εἶναι ἕτοιμοι οἱ τοῦ Μαιανδρίου στασιῶται καὶ αὐτὸς Μαιάνδριος ἐκχωρῆσαι ἐκ τῆς νήσου . καταινέσαντος δ’ ἐπὶ τούτοισι Ὀτάνεω καὶ σπεισαμένου , τῶν Περσέων οἱ πλείστου ἄξιοι θρόνους θέμενοι κατεναντίον τῆς ἀκροπόλιος κατέατο .
3.145 Μαιανδρίῳ δὲ τῷ τυράννῳ ἦν ἀδελφεὸς ὑπομαργότερος , τῷ οὔνομα ἦν Χαρίλεως · οὗτος τι δὴ ἐξαμαρτὼν ἐν γοργύρῃ ἐδέδετο , καὶ δὴ τότε ἐπακούσας τε τὰ πρησσόμενα καὶ διακύψας διὰ τῆς γοργύρης , ὡς εἶδε τοὺς Πέρσας εἰρηναίως κατημένους , ἐβόα τε καὶ ἔφη λέγων Μαιανδρίῳ θέλειν ἐλθεῖν ἐς λόγους .