3.142 τῆς δὲ Σάμου Μαιάνδριος Μαιανδρίου εἶχε τὸ κράτος , ἐπιτροπαίην παρὰ Πολυκράτεος λαβὼν τὴν ἀρχήν · τῷ δικαιοτάτῳ ἀνδρῶν βουλομένῳ γενέσθαι οὐκ ἐξεγένετο . ἐπειδὴ γάρ οἱ ἐξαγγέλθη Πολυκράτεος θάνατος , ἐποίεε τοιάδε · πρῶτα μὲν Διὸς ἐλευθερίου βωμὸν ἱδρύσατο καὶ τέμενος περὶ αὐτὸν οὔρισε τοῦτο τὸ νῦν ἐν τῷ προαστείῳ ἐστί · μετὰ δέ , ὥς οἱ ἐπεποίητο , ἐκκλησίην συναγείρας πάντων τῶν ἀστῶν ἔλεξε τάδε . ʹ ἐμοί , ὡς ἴστε καὶ ὑμεῖς , σκῆπτρον καὶ δύναμις πᾶσα Πολυκράτεος ἐπιτέτραπται , καί μοι παρέχει νῦν ὑμέων ἄρχειν . ἐγὼ δὲ τὰ τῷ πέλας ἐπιπλήσσω , αὐτὸς κατὰ δύναμιν οὐ ποιήσω · οὔτε γάρ μοι Πολυκράτης ἤρεσκε δεσπόζων ἀνδρῶν ὁμοίων ἑωυτῷ οὔτε ἄλλος ὅστις τοιαῦτα ποιέει . Πολυκράτης μέν νυν ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ , ἐγὼ δὲ ἐς μέσον τὴν ἀρχὴν τιθεὶς ἰσονομίην ὑμῖν προαγορεύω . τοσάδε μέντοι δικαιῶ γέρεα ἐμεωυτῷ γενέσθαι , ἐκ μέν γε τῶν Πολυκράτεος χρημάτων ἐξαίρετα ἓξ τάλαντά μοι γενέσθαι , ἱρωσύνην δὲ πρὸς τούτοισι αἱρεῦμαι αὐτῷ τέ μοι καὶ τοῖσι ἀπ’ ἐμεῦ αἰεὶ γινομένοισι τοῦ Διὸς τοῦ ἐλευθερίου · τῷ αὐτός τε ἱρὸν ἱδρυσάμην καὶ τὴν ἐλευθερίην ὑμῖν περιτίθημι . ʹ μὲν δὴ ταῦτα τοῖσι Σαμίοισι ἐπαγγέλλετο · τῶν δέ τις ἐξαναστὰς εἶπε ʹ ἀλλ’ οὐδ’ ἄξιος εἶς σύ γε ἡμέων ἄρχειν , γεγονώς τε κακῶς καὶ ἐὼν ὄλεθρος · ἀλλὰ μᾶλλον ὅκως λόγον δώσεις τῶν μετεχείρισας χρημάτων . ʹ