3.140 ἀγγέλλει ταῦτα ἀκούσας πυλουρὸς τῷ βασιλέι · δὲ θωμάσας λέγει πρὸς αὐτόν ʹ καὶ τίς ἐστὶ Ἑλλήνων εὐεργέτης τῷ ἐγὼ προαιδεῦμαι , νεωστὶ μὲν τὴν ἀρχὴν ἔχων ; ἀναβέβηκε δ’ τις οὐδείς κω παρ’ ἡμέας αὐτῶν , ἔχω δὲ χρέος εἰπεῖν οὐδὲν ἀνδρὸς Ἕλληνος . ὅμως δὲ αὐτὸν παράγετε ἔσω , ἵνα εἰδέω τί θέλων λέγει ταῦτα . ʹ παρῆγε πυλουρὸς τὸν Συλοσῶντα , στάντα δὲ ἐς μέσον εἰρώτων οἱ ἑρμηνέες τίς τε εἴη καὶ τί ποιήσας εὐεργέτης φησὶ εἶναι βασιλέος . εἶπε ὦν Συλοσῶν πάντα τὰ περὶ τὴν χλανίδα γενόμενα , καὶ ὡς αὐτὸς εἴη κεῖνος δούς . ἀμείβεται πρὸς ταῦτα Δαρεῖος ʹ γενναιότατε ἀνδρῶν , σὺ κεῖνος εἶς ὃς ἐμοὶ οὐδεμίαν ἔχοντί κω δύναμιν ἔδωκας εἰ καὶ σμικρά , ἀλλ’ ὦν ἴση γε χάρις ὁμοίως ὡς εἰ νῦν κοθέν τι μέγα λάβοιμι · ἀντ’ ὧν τοι χρυσὸν καὶ ἄργυρον ἄπλετον δίδωμι , ὡς μή κοτέ τοι μεταμελήσῃ Δαρεῖον τὸν Ὑστάσπεος εὖ ποιήσαντι . ʹ λέγει πρὸς ταῦτα Συλοσῶν ʹ ἐμοὶ μήτε χρυσὸν βασιλεῦ μήτε ἄργυρον δίδου , ἀλλ’ ἀνασωσάμενός μοι δὸς τὴν πατρίδα Σάμον , τὴν νῦν ἀδελφεοῦ τοῦ ἐμοῦ Πολυκράτεος ἀποθανόντος ὑπὸ Ὀροίτεω ἔχει δοῦλος ἡμέτερος · ταύτην μοι δὸς ἄνευ τε φόνου καὶ ἐξανδραποδίσιος . ʹ
3.141 ταῦτα ἀκούσας Δαρεῖος ἀπέστελλε στρατιήν τε καὶ στρατηγὸν Ὀτάνεα ἀνδρῶν τῶν ἑπτὰ γενόμενον , ἐντειλάμενος , ὅσων ἐδεήθη Συλοσῶν , ταῦτά οἱ ποιέειν ἐπιτελέα . καταβὰς δὲ ἐπὶ τὴν θάλασσαν Ὀτάνης ἔστελλε τὴν στρατιήν .