3.139 μετὰ δὲ ταῦτα Σάμον βασιλεὺς Δαρεῖος αἱρέει , πολίων πασέων πρώτην Ἑλληνίδων καὶ βαρβάρων , διὰ τοιήνδε τινὰ αἰτίην . Καμβύσεω τοῦ Κύρου στρατευομένου ἐπ’ Αἴγυπτον ἄλλοι τε συχνοὶ ἐς τὴν Αἴγυπτον ἀπίκοντο Ἑλλήνων , οἳ μέν , ὡς οἰκός , κατ’ ἐμπορίην στρατευόμενοι , οἳ δὲ τινὲς καὶ αὐτῆς τῆς χώρης θεηταί · τῶν ἦν καὶ Συλοσῶν Αἰάκεος , Πολυκράτεός τε ἐὼν ἀδελφεὸς καὶ φεύγων ἐκ Σάμου . τοῦτον τὸν Συλοσῶντα κατέλαβε εὐτυχίη τις τοιήδε . λαβὼν χλανίδα καὶ περιβαλόμενος πυρρὴν ἠγόραζε ἐν τῇ Μέμφι · ἰδὼν δὲ αὐτὸν Δαρεῖος , δορυφόρος τε ἐὼν Καμβύσεω καὶ λόγου οὐδενός κω μεγάλου , ἐπεθύμησε τῆς χλανίδος καὶ αὐτὴν προσελθὼν ὠνέετο . δὲ Συλοσῶν ὁρέων τὸν Δαρεῖον μεγάλως ἐπιθυμέοντα τῆς χλανίδος , θείῃ τύχῃ χρεώμενος λέγει ʹ ἐγὼ ταύτην πωλέω μὲν οὐδενὸς χρήματος , δίδωμι δὲ ἄλλως , εἴ περ οὕτω δεῖ γενέσθαι πάντως τοι . ʹ αἰνέσας ταῦτα Δαρεῖος παραλαμβάνει τὸ εἷμα .
3.140 μὲν δὴ Συλοσῶν ἠπίστατο τοῦτό οἱ ἀπολωλέναι δι’ εὐηθείην . ὡς δὲ τοῦ χρόνου προβαίνοντος Καμβύσης τε ἀπέθανε καὶ τῷ Μάγῳ ἐπανέστησαν οἱ ἑπτὰ καὶ ἐκ τῶν ἑπτὰ Δαρεῖος τὴν βασιληίην ἔσχε , πυνθάνεται Συλοσῶν ὡς βασιληίη περιεληλύθοι ἐς τοῦτον τὸν ἄνδρα τῷ κοτὲ αὐτὸς ἔδωκε ἐν Αἰγύπτῳ δεηθέντι τὸ εἷμα . ἀναβὰς δὲ ἐς τὰ Σοῦσα ἵζετο ἐς τὰ πρόθυρα τῶν βασιλέος οἰκίων καὶ ἔφη Δαρείου εὐεργέτης εἶναι .