3.135 ἐντειλάμενος δὲ τούτοισι ταῦτα , δεύτερα καλέσας αὐτὸν Δημοκήδεα ἐδέετο αὐτοῦ ὅκως ἐξηγησάμενος πᾶσαν καὶ ἐπιδέξας τὴν Ἑλλάδα τοῖσι Πέρσῃσι ὀπίσω ἥξει · δῶρα δέ μιν τῷ πατρὶ καὶ τοῖσι ἀδελφεοῖσι ἐκέλευε πάντα τὰ ἐκείνου ἔπιπλα λαβόντα ἄγειν , φὰς ἄλλα οἱ πολλαπλήσια ἀντιδώσειν · πρὸς δὲ ἐς τὰ δῶρα ὁλκάδα οἱ ἔφη συμβαλέεσθαι πλήσας ἀγαθῶν παντοίων , τὴν ἅμα οἱ πλεύσεσθαι . Δαρεῖος μὲν δή , δοκέειν ἐμοί , ἀπ’ οὐδενὸς δολεροῦ νόου ἐπαγγέλλετό οἱ ταῦτα . Δημοκήδης δὲ δείσας μή εὑ ἐκπειρῷτο Δαρεῖος , οὔτι ἐπιδραμὼν πάντα τὰ διδόμενα ἐδέκετο , ἀλλὰ τὰ μὲν ἑωυτοῦ κατὰ χώρην ἔφη καταλείψειν , ἵνα ὀπίσω σφέα ἀπελθὼν ἔχοι , τὴν μέντοι ὁλκάδα , τήν οἱ Δαρεῖος ἐπαγγέλλετο ἐς τὴν δωρεὴν τοῖσι ἀδελφεοῖσι , δέκεσθαι ἔφη . ἐντειλάμενος δὲ καὶ τούτῳ ταὐτὰ Δαρεῖος ἀποστέλλει αὐτοὺς ἐπὶ θάλασσαν .
3.136 καταβάντες δὲ οὗτοι ἐς Φοινίκην καὶ Φοινίκης ἐς Σιδῶνα πόλιν αὐτίκα μὲν τριήρεας δύο ἐπλήρωσαν , ἅμα δὲ αὐτῇσι καὶ γαῦλον μέγαν παντοίων ἀγαθῶν · παρεσκευασμένοι δὲ πάντα ἔπλεον ἐς τὴν Ἑλλάδα , προσίσχοντες δὲ αὐτῆς τὰ παραθαλάσσια ἐθηεῦντο καὶ ἀπεγράφοντο , ἐς τὰ πολλὰ αὐτῆς καὶ ὀνομαστὰ θεησάμενοι ἀπίκοντο τῆς Ἰταλίης ἐς Τάραντα .